3.93.2 αἴτιον δὲ ἦν οἵ τε Θεσσαλοὶ ἐν δυνάμει ὄντες τῶν ταύτῃ χωρίων , καὶ ὧν ἐπὶ τῇ γῇ ἐκτίζετο , φοβούμενοι μὴ σφίσι μεγάλῃ ἰσχύι παροικῶσιν , ἔφθειρον καὶ διὰ παντὸς ἐπολέμουν ἀνθρώποις νεοκαταστάτοις , ἕως ἐξετρύχωσαν γενομένους τὸ πρῶτον καὶ πάνυ πολλούς ( πᾶς γάρ τις Λακεδαιμονίων οἰκιζόντων θαρσαλέως ᾔει , βέβαιον νομίζων τὴν πόλιν ) · οὐ μέντοι ἥκιστα οἱ ἄρχοντες αὐτῶν τῶν Λακεδαιμονίων οἱ ἀφικνούμενοι τὰ πράγματά τε ἔφθειρον καὶ ἐς ὀλιγανθρωπίαν κατέστησαν , ἐκφοβήσαντες τοὺς πολλοὺς χαλεπῶς τε καὶ ἔστιν οὐ καλῶς ἐξηγούμενοι , ὥστε ῥᾷον ἤδη αὐτῶν οἱ πρόσοικοι ἐπεκράτουν .
3.94.1 τοῦ δ’ αὐτοῦ θέρους , καὶ περὶ τὸν αὐτὸν χρόνον ὃν ἐν τῇ Μήλῳ οἱ Ἀθηναῖοι κατείχοντο , καὶ οἱ ἀπὸ τῶν τριάκοντα νεῶν Ἀθηναῖοι περὶ Πελοπόννησον ὄντες πρῶτον ἐν Ἐλλομενῷ τῆς Λευκαδίας φρουρούς τινας λοχήσαντες διέφθειραν , ἔπειτα ὕστερον ἐπὶ Λευκάδα μείζονι στόλῳ ἦλθον , Ἀκαρνᾶσί τε πᾶσιν , οἳ πανδημεὶ πλὴν Οἰνιαδῶν ξυνέσποντο , καὶ Ζακυνθίοις καὶ Κεφαλλῆσι καὶ Κερκυραίων πέντε καὶ δέκα ναυσίν .
3.94.2 καὶ οἱ μὲν Λευκάδιοι τῆς τε ἔξω γῆς δῃουμένης καὶ τῆς ἐντὸς τοῦ ἰσθμοῦ , ἐν καὶ Λευκάς ἐστι καὶ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος , πλήθει βιαζόμενοι ἡσύχαζον · οἱ δὲ Ἀκαρνᾶνες ἠξίουν Δημοσθένη τὸν στρατηγὸν τῶν Ἀθηναίων ἀποτειχίζειν αὐτούς , νομίζοντες ῥᾳδίως γ’ ἂν ἐκπολιορκῆσαι καὶ πόλεως αἰεὶ σφίσι πολεμίας ἀπαλλαγῆναι .