3.91.2 τοὺς γὰρ Μηλίους ὄντας νησιώτας καὶ οὐκ ἐθέλοντας ὑπακούειν οὐδὲ ἐς τὸ αὑτῶν ξυμμαχικὸν ἰέναι ἐβούλοντο προσαγαγέσθαι .
3.91.3 ὡς δὲ αὐτοῖς δῃουμένης τῆς γῆς οὐ προσεχώρουν , ἄραντες ἐκ τῆς Μήλου αὐτοὶ μὲν ἔπλευσαν ἐς Ὠρωπὸν τῆς Γραϊκῆς , ὑπὸ νύκτα δὲ σχόντες εὐθὺς ἐπορεύοντο οἱ ὁπλῖται ἀπὸ τῶν νεῶν πεζῇ ἐς Τάναγραν τῆς Βοιωτίας .
3.91.4 οἱ δὲ ἐκ τῆς πόλεως πανδημεὶ Ἀθηναῖοι , Ἱππονίκου τε τοῦ Καλλίου στρατηγοῦντος καὶ Εὐρυμέδοντος τοῦ Θουκλέους , ἀπὸ σημείου ἐς τὸ αὐτὸ κατὰ γῆν ἀπήντων .
3.91.5 καὶ στρατοπεδευσάμενοι ταύτην τὴν ἡμέραν ἐν τῇ Τανάγρᾳ ἐδῄουν καὶ ἐνηυλίσαντο . καὶ τῇ ὑστεραίᾳ μάχῃ κρατήσαντες τοὺς ἐπεξελθόντας τῶν Ταναγραίων καὶ Θηβαίων τινὰς προσβεβοηθηκότας καὶ ὅπλα λαβόντες καὶ τροπαῖον στήσαντες ἀνεχώρησαν , οἱ μὲν ἐς τὴν πόλιν , οἱ δὲ ἐπὶ τὰς ναῦς .
3.91.6 καὶ παραπλεύσας Νικίας ταῖς ἑξήκοντα ναυσὶ τῆς Λοκρίδος τὰ ἐπιθαλάσσια ἔτεμε καὶ ἀνεχώρησεν ἐπ’ οἴκου .
3.92.1 ὑπὸ δὲ τὸν χρόνον τοῦτον Λακεδαιμόνιοι Ἡράκλειαν τὴν ἐν Τραχινίᾳ ἀποικίαν καθίσταντο ἀπὸ τοιᾶσδε γνώμης .
3.92.2 Μηλιῆς οἱ ξύμπαντες εἰσὶ μὲν τρία μέρη , Παράλιοι Ἰριῆς Τραχίνιοι · τούτων δὲ οἱ Τραχίνιοι πολέμῳ ἐφθαρμένοι ὑπὸ Οἰταίων ὁμόρων ὄντων , τὸ πρῶτον μελλήσαντες Ἀθηναίοις προσθεῖναι σφᾶς αὐτούς , δείσαντες δὲ μὴ οὐ σφίσι πιστοὶ ὦσι , πέμπουσιν ἐς Λακεδαίμονα , ἑλόμενοι πρεσβευτὴν Τεισαμενόν .
3.92.3 ξυνεπρεσβεύοντο δὲ αὐτοῖς καὶ Δωριῆς , μητρόπολις τῶν Λακεδαιμονίων , τῶν αὐτῶν δεόμενοι · ὑπὸ γὰρ τῶν Οἰταίων καὶ αὐτοὶ ἐφθείροντο .