3.89.5 αἴτιον δ’ ἔγωγε νομίζω τοῦ τοιούτου , ἰσχυρότατος σεισμὸς ἐγένετο , κατὰ τοῦτο ἀποστέλλειν τε τὴν θάλασσαν καὶ ἐξαπίνης πάλιν ἐπισπωμένην βιαιότερον τὴν ἐπίκλυσιν ποιεῖν · ἄνευ δὲ σεισμοῦ οὐκ ἄν μοι δοκεῖ τὸ τοιοῦτο ξυμβῆναι γενέσθαι .
3.90.1 τοῦ δ’ αὐτοῦ θέρους ἐπολέμουν μὲν καὶ ἄλλοι , ὡς ἑκάστοις ξυνέβαινεν , ἐν τῇ Σικελίᾳ καὶ αὐτοὶ οἱ Σικελιῶται ἐπ’ ἀλλήλους στρατεύοντες καὶ οἱ Ἀθηναῖοι ξὺν τοῖς σφετέροις ξυμμάχοις · δὲ λόγου μάλιστα ἄξια μετὰ τῶν Ἀθηναίων οἱ ξύμμαχοι ἔπραξαν πρὸς τοὺς Ἀθηναίους οἱ ἀντιπόλεμοι , τούτων μνησθήσομαι .
3.90.2 Χαροιάδου γὰρ ἤδη τοῦ Ἀθηναίων στρατηγοῦ τεθνηκότος ὑπὸ Συρακοσίων πολέμῳ Λάχης ἅπασαν ἔχων τῶν νεῶν τὴν ἀρχὴν ἐστράτευσε μετὰ τῶν ξυμμάχων ἐπὶ Μυλὰς τὰς Μεσσηνίων . ἔτυχον δὲ δύο φυλαὶ ἐν ταῖς Μυλαῖς τῶν Μεσσηνίων φρουροῦσαι καί τινα καὶ ἐνέδραν πεποιημέναι τοῖς ἀπὸ τῶν νεῶν .
3.90.3 οἱ δὲ Ἀθηναῖοι καὶ οἱ ξύμμαχοι τούς τε ἐκ τῆς ἐνέδρας τρέπουσι καὶ διαφθείρουσι πολλούς , καὶ τῷ ἐρύματι προσβαλόντες ἠνάγκασαν ὁμολογίᾳ τήν τε ἀκρόπολιν παραδοῦναι καὶ ἐπὶ Μεσσήνην ξυστρατεῦσαι .
3.90.4 καὶ μετὰ τοῦτο ἐπελθόντων οἱ Μεσσήνιοι τῶν τε Ἀθηναίων καὶ τῶν ξυμμάχων προσεχώρησαν καὶ αὐτοί , ὁμήρους τε δόντες καὶ τὰ ἄλλα πιστὰ παρασχόμενοι .
3.91.1 τοῦ δ’ αὐτοῦ θέρους οἱ Ἀθηναῖοι τριάκοντα μὲν ναῦς ἔστειλαν περὶ Πελοπόννησον , ὧν ἐστρατήγει Δημοσθένης τε Ἀλκισθένους καὶ Προκλῆς Θεοδώρου , ἐξήκοντα δὲ ἐς Μῆλον καὶ δισχιλίους ὁπλίτας · ἐστρατήγει δὲ αὐτῶν Νικίας Νικηράτου .