3.85.2 ὕστερον δὲ οἱ φεύγοντες τῶν Κερκυραίων ( διεσώθησαν γὰρ αὐτῶν ἐς πεντακοσίους ) τείχη τε λαβόντες , ἦν ἐν τῇ ἠπείρῳ , ἐκράτουν τῆς πέραν οἰκείας γῆς καὶ ἐξ αὐτῆς ὁρμώμενοι ἐλῄζοντο τοὺς ἐν τῇ νήσῳ καὶ πολλὰ ἔβλαπτον , καὶ λιμὸς ἰσχυρὸς ἐγένετο ἐν τῇ πόλει .
3.85.3 ἐπρεσβεύοντο δὲ καὶ ἐς τὴν Λακεδαίμονα καὶ Κόρινθον περὶ καθόδου · καὶ ὡς οὐδὲν αὐτοῖς ἐπράσσετο , ὕστερον χρόνῳ πλοῖα καὶ ἐπικούρους παρασκευασάμενοι διέβησαν ἐς τὴν νῆσον ἑξακόσιοι μάλιστα οἱ πάντες ,
3.85.4 καὶ τὰ πλοῖα ἐμπρήσαντες , ὅπως ἀπόγνοια τοῦ ἄλλο τι κρατεῖν τῆς γῆς , ἀναβάντες ἐς τὸ ὄρος τὴν Ἰστώνην , τεῖχος ἐνοικοδομησάμενοι ἔφθειρον τοὺς ἐν τῇ πόλει καὶ τῆς γῆς ἐκράτουν .
3.86.1 τοῦ δ’ αὐτοῦ θέρους τελευτῶντος Ἀθηναῖοι εἴκοσι ναῦς ἔστειλαν ἐς Σικελίαν καὶ Λάχητα τὸν Μελανώπου στρατηγὸν αὐτῶν καὶ Χαροιάδην τὸν Εὐφιλήτου .
3.86.2 οἱ γὰρ Συρακόσιοι καὶ Λεοντῖνοι ἐς πόλεμον ἀλλήλοις καθέστασαν . ξύμμαχοι δὲ τοῖς μὲν Συρακοσίοις ἦσαν πλὴν Καμαριναίων αἱ ἄλλαι Δωρίδες πόλεις , αἵπερ καὶ πρὸς τὴν τῶν Λακεδαιμονίων τὸ πρῶτον ἀρχομένου τοῦ πολέμου ξυμμαχίαν ἐτάχθησαν , οὐ μέντοι ξυνεπολέμησάν γε , τοῖς δὲ Λεοντίνοις αἱ Χαλκιδικαὶ πόλεις καὶ Καμάρινα · τῆς δὲ Ἰταλίας Λοκροὶ μὲν Συρακοσίων ἦσαν , Ῥηγῖνοι δὲ κατὰ τὸ ξυγγενὲς Λεοντίνων .
3.86.3 ἐς οὖν τὰς Ἀθήνας πέμψαντες οἱ τῶν Λεοντίνων ξύμμαχοι κατά τε παλαιὰν ξυμμαχίαν καὶ ὅτι Ἴωνες ἦσαν πείθουσι τοὺς Ἀθηναίους πέμψαι σφίσι ναῦς · ὑπὸ γὰρ τῶν Συρακοσίων τῆς τε γῆς εἴργοντο καὶ τῆς θαλάσσης .