3.86.4 καὶ ἔπεμψαν οἱ Ἀθηναῖοι τῆς μὲν οἰκειότητος προφάσει , βουλόμενοι δὲ μήτε σῖτον ἐς τὴν Πελοπόννησον ἄγεσθαι αὐτόθεν πρόπειράν τε ποιούμενοι εἰ σφίσι δυνατὰ εἴη τὰ ἐν τῇ Σικελίᾳ πράγματα ὑποχείρια γενέσθαι .
3.86.5 καταστάντες οὖν ἐς Ῥήγιον τῆς Ἰταλίας τὸν πόλεμον ἐποιοῦντο μετὰ τῶν ξυμμάχων . καὶ τὸ θέρος ἐτελεύτα .
3.87.1 τοῦ δ’ ἐπιγιγνομένου χειμῶνος νόσος τὸ δεύτερον ἐπέπεσε τοῖς Ἀθηναίοις , ἐκλιποῦσα μὲν οὐδένα χρόνον τὸ παντάπασιν , ἐγένετο δέ τις ὅμως διοκωχή .
3.87.2 παρέμεινε δὲ τὸ μὲν ὕστερον οὐκ ἔλασσον ἐνιαυτοῦ , τὸ δὲ πρότερον καὶ δύο ἔτη , ὥστε Ἀθηναίους γε μὴ εἶναι ὅτι μᾶλλον τούτου ἐπίεσε καὶ ἐκάκωσε τὴν δύναμιν ·
3.87.3 τετρακοσίων γὰρ ὁπλιτῶν καὶ τετρακισχιλίων οὐκ ἐλάσσους ἀπέθανον ἐκ τῶν τάξεων καὶ τριακοσίων ἱππέων , τοῦ δὲ ἄλλου ὄχλου ἀνεξεύρετος ἀριθμός .
3.87.4 ἐγένοντο δὲ καὶ οἱ πολλοὶ σεισμοὶ τότε τῆς γῆς , ἔν τε Ἀθήναις καὶ ἐν Εὐβοίᾳ καὶ ἐν Βοιωτοῖς καὶ μάλιστα ἐν Ὀρχομενῷ τῷ Βοιωτίῳ .
3.88.1 καὶ οἱ μὲν ἐν Σικελίᾳ Ἀθηναῖοι καὶ Ῥηγῖνοι τοῦ αὐτοῦ χειμῶνος τριάκοντα ναυσὶ στρατεύουσιν ἐπὶ τὰς Αἰόλου νήσους καλουμένας · θέρους γὰρ δι’ ἀνυδρίαν ἀδύνατα ἦν ἐπιστρατεύειν .
3.88.2 νέμονται δὲ Λιπαραῖοι αὐτάς , Κνιδίων ἄποικοι ὄντες . οἰκοῦσι δ’ ἐν μιᾷ τῶν νήσων οὐ μεγάλῃ , καλεῖται δὲ Λιπάρα · τὰς δὲ ἄλλας ἐκ ταύτης ὁρμώμενοι γεωργοῦσι , Διδύμην καὶ Στρογγύλην καὶ Ἱεράν .