3.83.4 οἱ δὲ καταφρονοῦντες κἂν προαισθέσθαι καὶ ἔργῳ οὐδὲν σφᾶς δεῖν λαμβάνειν γνώμῃ ἔξεστιν , ἄφαρκτοι μᾶλλον διεφθείροντο .
3.84.1 [ ἐν δ’ οὖν τῇ Κερκύρᾳ τὰ πολλὰ αὐτῶν προυτολμήθη , καὶ ὁπόσα ὕβρει μὲν ἀρχόμενοι τὸ πλέον σωφροσύνῃ ὑπὸ τῶν τὴν τιμωρίαν παρασχόντων οἱ ἀνταμυνόμενοι δράσειαν , πενίας δὲ τῆς εἰωθυίας ἀπαλλαξείοντές τινες , μάλιστα δ’ ἂν διὰ πάθους , ἐπιθυμοῦντες τὰ τῶν πέλας ἔχειν , παρὰ δίκην γιγνώσκοιεν , οἵ τε μὴ ἐπὶ πλεονεξίᾳ , ἀπὸ ἴσου δὲ μάλιστα ἐπιόντες ἀπαιδευσίᾳ ὀργῆς πλεῖστον ἐκφερόμενοι ὠμῶς καὶ ἀπαραιτήτως ἐπέλθοιεν .
3.84.2 ξυνταραχθέντος τε τοῦ βίου ἐς τὸν καιρὸν τοῦτον τῇ πόλει καὶ τῶν νόμων κρατήσασα ἀνθρωπεία φύσις , εἰωθυῖα καὶ παρὰ τοὺς νόμους ἀδικεῖν , ἀσμένη ἐδήλωσεν ἀκρατὴς μὲν ὀργῆς οὖσα , κρείσσων δὲ τοῦ δικαίου , πολεμία δὲ τοῦ προύχοντος · οὐ γὰρ ἂν τοῦ τε ὁσίου τὸ τιμωρεῖσθαι προυτίθεσαν τοῦ τε μὴ ἀδικεῖν τὸ κερδαίνειν , ἐν μὴ βλάπτουσαν ἰσχὺν εἶχε τὸ φθονεῖν .
3.84.3 ἀξιοῦσί τε τοὺς κοινοὺς περὶ τῶν τοιούτων οἱ ἄνθρωποι νόμους , ἀφ’ ὧν ἅπασιν ἐλπὶς ὑπόκειται σφαλεῖσι κἂν αὐτοὺς διασῴζεσθαι , ἐν ἄλλων τιμωρίαις προκαταλύειν καὶ μὴ ὑπολείπεσθαι , εἴ ποτε ἄρα τις κινδυνεύσας τινὸς δεήσεται αὐτῶν . ]
3.85.1 οἱ μὲν οὖν κατὰ τὴν πόλιν Κερκυραῖοι τοιαύταις ὀργαῖς ταῖς πρώταις ἐς ἀλλήλους ἐχρήσαντο , καὶ Εὐρυμέδων καὶ οἱ Ἀθηναῖοι ἀπέπλευσαν ταῖς ναυσίν ·