3.82.8 πάντων δ’ αὐτῶν αἴτιον ἀρχὴ διὰ πλεονεξίαν καὶ φιλοτιμίαν · ἐκ δ’ αὐτῶν καὶ ἐς τὸ φιλονικεῖν καθισταμένων τὸ πρόθυμον . οἱ γὰρ ἐν ταῖς πόλεσι προστάντες μετὰ ὀνόματος ἑκάτεροι εὐπρεποῦς , πλήθους τε ἰσονομίας πολιτικῆς καὶ ἀριστοκρατίας σώφρονος προτιμήσει , τὰ μὲν κοινὰ λόγῳ θεραπεύοντες ἆθλα ἐποιοῦντο , παντὶ δὲ τρόπῳ ἀγωνιζόμενοι ἀλλήλων περιγίγνεσθαι ἐτόλμησάν τε τὰ δεινότατα ἐπεξῇσάν τε τὰς τιμωρίας ἔτι μείζους , οὐ μέχρι τοῦ δικαίου καὶ τῇ πόλει ξυμφόρου προτιθέντες , ἐς δὲ τὸ ἑκατέροις που αἰεὶ ἡδονὴν ἔχον ὁρίζοντες , καὶ μετὰ ψήφου ἀδίκου καταγνώσεως χειρὶ κτώμενοι τὸ κρατεῖν ἑτοῖμοι ἦσαν τὴν αὐτίκα φιλονικίαν ἐκπιμπλάναι . ὥστε εὐσεβείᾳ μὲν οὐδέτεροι ἐνόμιζον , εὐπρεπείᾳ δὲ λόγου οἷς ξυμβαίη ἐπιφθόνως τι διαπράξασθαι , ἄμεινον ἤκουον . τὰ δὲ μέσα τῶν πολιτῶν ὑπ’ ἀμφοτέρων ὅτι οὐ ξυνηγωνίζοντο φθόνῳ τοῦ περιεῖναι διεφθείροντο .
3.83.1 οὕτω πᾶσα ἰδέα κατέστη κακοτροπίας διὰ τὰς στάσεις τῷ Ἑλληνικῷ , καὶ τὸ εὔηθες , οὗ τὸ γενναῖον πλεῖστον μετέχει , καταγελασθὲν ἠφανίσθη , τὸ δὲ ἀντιτετάχθαι ἀλλήλοις τῇ γνώμῃ ἀπίστως ἐπὶ πολὺ διήνεγκεν ·
3.83.2 οὐ γὰρ ἦν διαλύσων οὔτε λόγος ἐχυρὸς οὔτε ὅρκος φοβερός , κρείσσους δὲ ὄντες ἅπαντες λογισμῷ ἐς τὸ ἀνέλπιστον τοῦ βεβαίου μὴ παθεῖν μᾶλλον προυσκόπουν πιστεῦσαι ἐδύναντο .
3.83.3 καὶ οἱ φαυλότεροι γνώμην ὡς τὰ πλείω περιεγίγνοντο · τῷ γὰρ δεδιέναι τό τε αὑτῶν ἐνδεὲς καὶ τὸ τῶν ἐναντίων ξυνετόν , μὴ λόγοις τε ἥσσους ὦσι καὶ ἐκ τοῦ πολυτρόπου αὐτῶν τῆς γνώμης φθάσωσι προεπιβουλευόμενοι , τολμηρῶς πρὸς τὰ ἔργα ἐχώρουν .