3.82.6 καὶ μὴν καὶ τὸ ξυγγενὲς τοῦ ἑταιρικοῦ ἀλλοτριώτερον ἐγένετο διὰ τὸ ἑτοιμότερον εἶναι ἀπροφασίστως τολμᾶν · οὐ γὰρ μετὰ τῶν κειμένων νόμων ὠφελίας αἱ τοιαῦται ξύνοδοι , ἀλλὰ παρὰ τοὺς καθεστῶτας πλεονεξίᾳ . καὶ τὰς ἐς σφᾶς αὐτοὺς πίστεις οὐ τῷ θείῳ νόμῳ μᾶλλον ἐκρατύνοντο τῷ κοινῇ τι παρανομῆσαι .
3.82.7 τά τε ἀπὸ τῶν ἐναντίων καλῶς λεγόμενα ἐνεδέχοντο ἔργων φυλακῇ , εἰ προύχοιεν , καὶ οὐ γενναιότητι . ἀντιτιμωρήσασθαί τέ τινα περὶ πλείονος ἦν αὐτὸν μὴ προπαθεῖν . καὶ ὅρκοι εἴ που ἄρα γένοιντο ξυναλλαγῆς , ἐν τῷ αὐτίκα πρὸς τὸ ἄπορον ἑκατέρῳ διδόμενοι ἴσχυον οὐκ ἐχόντων ἄλλοθεν δύναμιν · ἐν δὲ τῷ παρατυχόντι φθάσας θαρσῆσαι , εἰ ἴδοι ἄφαρκτον , ἥδιον διὰ τὴν πίστιν ἐτιμωρεῖτο ἀπὸ τοῦ προφανοῦς , καὶ τό τε ἀσφαλὲς ἐλογίζετο καὶ ὅτι ἀπάτῃ περιγενόμενος ξυνέσεως ἀγώνισμα προσελάμβανεν . ῥᾷον δ’ οἱ πολλοὶ κακοῦργοι ὄντες δεξιοὶ κέκληνται ἀμαθεῖς ἀγαθοί , καὶ τῷ μὲν αἰσχύνονται , ἐπὶ δὲ τῷ ἀγάλλονται .