3.82.2 καὶ ἐπέπεσε πολλὰ καὶ χαλεπὰ κατὰ στάσιν ταῖς πόλεσι , γιγνόμενα μὲν καὶ αἰεὶ ἐσόμενα , ἕως ἂν αὐτὴ φύσις ἀνθρώπων , μᾶλλον δὲ καὶ ἡσυχαίτερα καὶ τοῖς εἴδεσι διηλλαγμένα , ὡς ἂν ἕκασται αἱ μεταβολαὶ τῶν ξυντυχιῶν ἐφιστῶνται . ἐν μὲν γὰρ εἰρήνῃ καὶ ἀγαθοῖς πράγμασιν αἵ τε πόλεις καὶ οἱ ἰδιῶται ἀμείνους τὰς γνώμας ἔχουσι διὰ τὸ μὴ ἐς ἀκουσίους ἀνάγκας πίπτειν · δὲ πόλεμος ὑφελὼν τὴν εὐπορίαν τοῦ καθ’ ἡμέραν βίαιος διδάσκαλος καὶ πρὸς τὰ παρόντα τὰς ὀργὰς τῶν πολλῶν ὁμοιοῖ .
3.82.3 ἐστασίαζέ τε οὖν τὰ τῶν πόλεων , καὶ τὰ ἐφυστερίζοντά που πύστει τῶν προγενομένων πολὺ ἐπέφερε τὴν ὑπερβολὴν τοῦ καινοῦσθαι τὰς διανοίας τῶν τ’ ἐπιχειρήσεων περιτεχνήσει καὶ τῶν τιμωριῶν ἀτοπίᾳ .
3.82.4 καὶ τὴν εἰωθυῖαν ἀξίωσιν τῶν ὀνομάτων ἐς τὰ ἔργα ἀντήλλαξαν τῇ δικαιώσει . τόλμα μὲν γὰρ ἀλόγιστος ἀνδρεία φιλέταιρος ἐνομίσθη , μέλλησις δὲ προμηθὴς δειλία εὐπρεπής , τὸ δὲ σῶφρον τοῦ ἀνάνδρου πρόσχημα , καὶ τὸ πρὸς ἅπαν ξυνετὸν ἐπὶ πᾶν ἀργόν · τὸ δ’ ἐμπλήκτως ὀξὺ ἀνδρὸς μοίρᾳ προσετέθη , ἀσφαλείᾳ δὲ τὸ ἐπιβουλεύσασθαι ἀποτροπῆς πρόφασις εὔλογος .
3.82.5 καὶ μὲν χαλεπαίνων πιστὸς αἰεί , δ’ ἀντιλέγων αὐτῷ ὕποπτος . ἐπιβουλεύσας δέ τις τυχὼν ξυνετὸς καὶ ὑπονοήσας ἔτι δεινότερος · προβουλεύσας δὲ ὅπως μηδὲν αὐτῶν δεήσει , τῆς τε ἑταιρίας διαλυτὴς καὶ τοὺς ἐναντίους ἐκπεπληγμένος . ἁπλῶς δὲ φθάσας τὸν μέλλοντα κακόν τι δρᾶν ἐπῃνεῖτο , καὶ ἐπικελεύσας τὸν μὴ διανοούμενον .