3.81.4 ἡμέρας τε ἑπτά , ἃς ἀφικόμενος Εὐρυμέδων ταῖς ἑξήκοντα ναυσὶ παρέμεινε , Κερκυραῖοι σφῶν αὐτῶν τοὺς ἐχθροὺς δοκοῦντας εἶναι ἐφόνευον , τὴν μὲν αἰτίαν ἐπιφέροντες τοῖς τὸν δῆμον καταλύουσιν , ἀπέθανον δέ τινες καὶ ἰδίας ἔχθρας ἕνεκα , καὶ ἄλλοι χρημάτων σφίσιν ὀφειλομένων ὑπὸ τῶν λαβόντων ·
3.81.5 πᾶσά τε ἰδέα κατέστη θανάτου , καὶ οἷον φιλεῖ ἐν τῷ τοιούτῳ γίγνεσθαι , οὐδὲν ὅτι οὐ ξυνέβη καὶ ἔτι περαιτέρω . καὶ γὰρ πατὴρ παῖδα ἀπέκτεινε καὶ ἀπὸ τῶν ἱερῶν ἀπεσπῶντο καὶ πρὸς αὐτοῖς ἐκτείνοντο , οἱ δέ τινες καὶ περιοικοδομηθέντες ἐν τοῦ Διονύσου τῷ ἱερῷ ἀπέθανον .
3.82.1 οὕτως ὠμὴ 〈ἡ〉 στάσις προυχώρησε , καὶ ἔδοξε μᾶλλον , διότι ἐν τοῖς πρώτη ἐγένετο , ἐπεὶ ὕστερόν γε καὶ πᾶν ὡς εἰπεῖν τὸ Ἑλληνικὸν ἐκινήθη , διαφορῶν οὐσῶν ἑκασταχοῦ τοῖς τε τῶν δήμων προστάταις τοὺς Ἀθηναίους ἐπάγεσθαι καὶ τοῖς ὀλίγοις τοὺς Λακεδαιμονίους . καὶ ἐν μὲν εἰρήνῃ οὐκ ἂν ἐχόντων πρόφασιν οὐδ’ ἑτοίμων παρακαλεῖν αὐτούς , πολεμουμένων δὲ καὶ ξυμμαχίας ἅμα ἑκατέροις τῇ τῶν ἐναντίων κακώσει καὶ σφίσιν αὐτοῖς ἐκ τοῦ αὐτοῦ προσποιήσει ῥᾳδίως αἱ ἐπαγωγαὶ τοῖς νεωτερίζειν τι βουλομένοις ἐπορίζοντο .