3.74.3 καὶ οἱ μὲν παυσάμενοι τῆς μάχης ὡς ἑκάτεροι ἡσυχάσαντες τὴν νύκτα ἐν φυλακῇ ἦσαν · καὶ Κορινθία ναῦς τοῦ δήμου κεκρατηκότος ὑπεξανήγετο , καὶ τῶν ἐπικούρων οἱ πολλοὶ ἐς τὴν ἤπειρον λαθόντες διεκομίσθησαν .
3.75.1 τῇ δὲ ἐπιγιγνομένῃ ἡμέρᾳ Νικόστρατος Διειτρέφους Ἀθηναίων στρατηγὸς παραγίγνεται βοηθῶν ἐκ Ναυπάκτου δώδεκα ναυσὶ καὶ Μεσσηνίων πεντακοσίοις ὁπλίταις · ξύμβασίν τε ἔπρασσε καὶ πείθει ὥστε ξυγχωρῆσαι ἀλλήλοις δέκα μὲν ἄνδρας τοὺς αἰτιωτάτους κρῖναι , οἳ οὐκέτι ἔμειναν , τοὺς δ’ ἄλλους οἰκεῖν σπονδὰς πρὸς ἀλλήλους ποιησαμένους καὶ πρὸς Ἀθηναίους , ὥστε τοὺς αὐτοὺς ἐχθροὺς καὶ φίλους νομίζειν .
3.75.2 καὶ μὲν ταῦτα πράξας ἔμελλεν ἀποπλεύσεσθαι · οἱ δὲ τοῦ δήμου προστάται πείθουσιν αὐτὸν πέντε μὲν ναῦς τῶν αὐτοῦ σφίσι καταλιπεῖν , ὅπως ἧσσόν τι ἐν κινήσει ὦσιν οἱ ἐναντίοι , ἴσας δὲ αὐτοὶ πληρώσαντες ἐκ σφῶν αὐτῶν ξυμπέμψειν .
3.75.3 καὶ μὲν ξυνεχώρησεν , οἱ δὲ τοὺς ἐχθροὺς κατέλεγον ἐς τὰς ναῦς . δείσαντες δὲ ἐκεῖνοι μὴ ἐς τὰς Ἀθήνας ἀποπεμφθῶσι καθίζουσιν ἐς τὸ τῶν Διοσκόρων ἱερόν .
3.75.4 Νικόστρατος δὲ αὐτοὺς ἀνίστη τε καὶ παρεμυθεῖτο . ὡς δ’ οὐκ ἔπειθεν , δῆμος ὁπλισθεὶς ἐπὶ τῇ προφάσει ταύτῃ , ὡς οὐδὲν αὐτῶν ὑγιὲς διανοουμένων τῇ τοῦ μὴ ξυμπλεῖν ἀπιστίᾳ , τά τε ὅπλα αὐτῶν ἐκ τῶν οἰκιῶν ἔλαβε καὶ αὐτῶν τινὰς οἷς ἐπέτυχον , εἰ μὴ Νικόστρατος ἐκώλυσε , διέφθειραν ἄν .