3.72.1 ἐλθόντων δὲ οἱ Ἀθηναῖοι τούς τε πρέσβεις ὡς νεωτερίζοντας ξυλλαβόντες , καὶ ὅσους ἔπεισαν , κατέθεντο ἐς Αἴγιναν .
3.72.2 ἐν δὲ τούτῳ τῶν Κερκυραίων οἱ ἔχοντες τὰ πράγματα ἐλθούσης τριήρους Κορινθίας καὶ Λακεδαιμονίων πρέσβεων ἐπιτίθενται τῷ δήμῳ , καὶ μαχόμενοι ἐνίκησαν .
3.72.3 ἀφικομένης δὲ νυκτὸς μὲν δῆμος ἐς τὴν ἀκρόπολιν καὶ τὰ μετέωρα τῆς πόλεως καταφεύγει καὶ αὐτοῦ ξυλλεγεὶς ἱδρύθη , καὶ τὸν Ὑλλαϊκὸν λιμένα εἶχον · οἱ δὲ τήν τε ἀγορὰν κατέλαβον , οὗπερ οἱ πολλοὶ ᾤκουν αὐτῶν , καὶ τὸν λιμένα τὸν πρὸς αὐτῇ καὶ πρὸς τὴν ἤπειρον .
3.73.1 τῇ δ’ ὑστεραίᾳ ἠκροβολίσαντό τε ὀλίγα καὶ ἐς τοὺς ἀγροὺς περιέπεμπον ἀμφότεροι , τοὺς δούλους παρακαλοῦντές τε καὶ ἐλευθερίαν ὑπισχνούμενοι · καὶ τῷ μὲν δήμῳ τῶν οἰκετῶν τὸ πλῆθος παρεγένετο ξύμμαχον , τοῖς δ’ ἑτέροις ἐκ τῆς ἠπείρου ἐπίκουροι ὀκτακόσιοι .
3.74.1 διαλιπούσης δ’ ἡμέρας μάχη αὖθις γίγνεται καὶ νικᾷ δῆμος χωρίων τε ἰσχύι καὶ πλήθει προύχων · αἵ τε γυναῖκες αὐτοῖς τολμηρῶς ξυνεπελάβοντο βάλλουσαι ἀπὸ τῶν οἰκιῶν τῷ κεράμῳ καὶ παρὰ φύσιν ὑπομένουσαι τὸν θόρυβον .
3.74.2 γενομένης δὲ τῆς τροπῆς περὶ δείλην ὀψίαν , δείσαντες οἱ ὀλίγοι μὴ αὐτοβοεὶ δῆμος τοῦ τε νεωρίου κρατήσειεν ἐπελθὼν καὶ σφᾶς διαφθείρειεν , ἐμπιπρᾶσι τὰς οἰκίας τὰς ἐν κύκλῳ τῆς ἀγορᾶς καὶ τὰς ξυνοικίας , ὅπως μὴ ἔφοδος , φειδόμενοι οὔτε οἰκείας οὔτε ἀλλοτρίας , ὥστε καὶ χρήματα πολλὰ ἐμπόρων κατεκαύθη καὶ πόλις ἐκινδύνευσε πᾶσα διαφθαρῆναι , εἰ ἄνεμος ἐπεγένετο τῇ φλογὶ ἐπίφορος ἐς αὐτήν .