3.75.5 ὁρῶντες δὲ οἱ ἄλλοι τὰ γιγνόμενα καθίζουσιν ἐς τὸ Ἥραιον ἱκέται καὶ γίγνονται οὐκ ἐλάσσους τετρακοσίων . δὲ δῆμος δείσας μή τι νεωτερίσωσιν ἀνίστησί τε αὐτοὺς πείσας καὶ διακομίζει ἐς τὴν πρὸ τοῦ Ἡραίου νῆσον , καὶ τὰ ἐπιτήδεια ἐκεῖσε αὐτοῖς διεπέμπετο .
3.76.1 τῆς δὲ στάσεως ἐν τούτῳ οὔσης τετάρτῃ πέμπτῃ ἡμέρᾳ μετὰ τὴν τῶν ἀνδρῶν ἐς τὴν νῆσον διακομιδὴν αἱ ἐκ τῆς Κυλλήνης Πελοποννησίων νῆες , μετὰ τὸν ἐκ τῆς Ἰωνίας πλοῦν ἔφορμοι οὖσαι , παραγίγνονται τρεῖς καὶ πεντήκοντα · ἦρχε δὲ αὐτῶν Ἀλκίδας , ὅσπερ καὶ πρότερον , καὶ Βρασίδας αὐτῷ ξύμβουλος ἐπέπλει . ὁρμισάμενοι δὲ ἐς Σύβοτα λιμένα τῆς ἠπείρου ἅμα ἕῳ ἐπέπλεον τῇ Κερκύρᾳ .
3.77.1 οἱ δὲ πολλῷ θορύβῳ καὶ πεφοβημένοι τά τ’ ἐν τῇ πόλει καὶ τὸν ἐπίπλουν παρεσκευάζοντό τε ἅμα ἑξήκοντα ναῦς καὶ τὰς αἰεὶ πληρουμένας ἐξέπεμπον πρὸς τοὺς ἐναντίους , παραινούντων Ἀθηναίων σφᾶς τε ἐᾶσαι πρῶτον ἐκπλεῦσαι καὶ ὕστερον πάσαις ἅμα ἐκείνους ἐπιγενέσθαι .
3.77.2 ὡς δὲ αὐτοῖς πρὸς τοῖς πολεμίοις ἦσαν σποράδες αἱ νῆες , δύο μὲν εὐθὺς ηὐτομόλησαν , ἐν ἑτέραις δὲ ἀλλήλοις οἱ ἐμπλέοντες ἐμάχοντο , ἦν δὲ οὐδεὶς κόσμος τῶν ποιουμένων .
3.77.3 ἰδόντες δὲ οἱ Πελοποννήσιοι τὴν ταραχὴν εἴκοσι μὲν ναυσὶ πρὸς τοὺς Κερκυραίους ἐτάξαντο , ταῖς δὲ λοιπαῖς πρὸς τὰς δώδεκα ναῦς τῶν Ἀθηναίων , ὧν ἦσαν αἱ δύο Σαλαμινία καὶ Πάραλος .