3.70.3 καὶ ( ἦν γὰρ Πειθίας ἐθελοπρόξενός τε τῶν Ἀθηναίων καὶ τοῦ δήμου προειστήκει ) ὑπάγουσιν αὐτὸν οὗτοι οἱ ἄνδρες ἐς δίκην , λέγοντες Ἀθηναίοις τὴν Κέρκυραν καταδουλοῦν .
3.70.4 δὲ ἀποφυγὼν ἀνθυπάγει αὐτῶν τοὺς πλουσιωτάτους πέντε ἄνδρας , φάσκων τέμνειν χάρακας ἐκ τοῦ τε Διὸς τοῦ τεμένους καὶ τοῦ Ἀλκίνου · ζημία δὲ καθ’ ἑκάστην χάρακα ἐπέκειτο στατήρ .
3.70.5 ὀφλόντων δὲ αὐτῶν καὶ πρὸς τὰ ἱερὰ ἱκετῶν καθεζομένων διὰ πλῆθος τῆς ζημίας , ὅπως ταξάμενοι ἀποδῶσιν , Πειθίας ( ἐτύγχανε γὰρ καὶ βουλῆς ὤν ) πείθει ὥστε τῷ νόμῳ χρήσασθαι .
3.70.6 οἱ δ’ ἐπειδὴ τῷ τε νόμῳ ἐξείργοντο καὶ ἅμα ἐπυνθάνοντο τὸν Πειθίαν , ἕως ἔτι βουλῆς ἐστί , μέλλειν τὸ πλῆθος ἀναπείσειν τοὺς αὐτοὺς Ἀθηναίοις φίλους τε καὶ ἐχθροὺς νομίζειν , ξυνίσταντό τε καὶ λαβόντες ἐγχειρίδια ἐξαπιναίως ἐς τὴν βουλὴν ἐσελθόντες τόν τε Πειθίαν κτείνουσι καὶ ἄλλους τῶν τε βουλευτῶν καὶ ἰδιωτῶν ἐς ἑξήκοντα · οἱ δέ τινες τῆς αὐτῆς γνώμης τῷ Πειθίᾳ ὀλίγοι ἐς τὴν Ἀττικὴν τριήρη κατέφυγον ἔτι παροῦσαν .
3.71.1 δράσαντες δὲ τοῦτο καὶ ξυγκαλέσαντες Κερκυραίους εἶπον ὅτι ταῦτα καὶ βέλτιστα εἴη καὶ ἥκιστ’ ἂν δουλωθεῖεν ὑπ’ Ἀθηναίων , τό τε λοιπὸν μηδετέρους δέχεσθαι ἀλλ’ μιᾷ νηὶ ἡσυχάζοντας , τὸ δὲ πλέον πολέμιον ἡγεῖσθαι . ὡς δὲ εἶπον , καὶ ἐπικυρῶσαι ἠνάγκασαν τὴν γνώμην .
3.71.2 πέμπουσι δὲ καὶ ἐς τὰς Ἀθήνας εὐθὺς πρέσβεις περί τε τῶν πεπραγμένων διδάξοντας ὡς ξυνέφερε καὶ τοὺς ἐκεῖ καταπεφευγότας πείσοντας μηδὲν ἀνεπιτήδειον πράσσειν , ὅπως μή τις ἐπιστροφὴ γένηται .