3.67.3 καὶ γὰρ ἡμεῖς ἀνταποφαίνομεν πολλῷ δεινότερα παθοῦσαν τὴν ὑπὸ τούτων ἡλικίαν ἡμῶν διεφθαρμένην , ὧν πατέρες οἱ μὲν πρὸς ὑμᾶς τὴν Βοιωτίαν ἄγοντες ἀπέθανον ἐν Κορωνείᾳ , οἱ δὲ πρεσβῦται λελειμμένοι καὶ οἰκίαι ἐρῆμοι πολλῷ δικαιοτέραν ὑμῶν ἱκετείαν ποιοῦνται τούσδε τιμωρήσασθαι .
3.67.4 οἴκτου τε ἀξιώτεροι τυγχάνειν οἱ ἀπρεπές τι πάσχοντες τῶν ἀνθρώπων , οἱ δὲ δικαίως , ὥσπερ οἵδε , τὰ ἐναντία ἐπίχαρτοι εἶναι .
3.67.5 καὶ τὴν νῦν ἐρημίαν δι’ ἑαυτοὺς ἔχουσιν · τοὺς γὰρ ἀμείνους ξυμμάχους ἑκόντες ἀπεώσαντο . παρενόμησάν τε οὐ προπαθόντες ὑφ’ ἡμῶν , μίσει δὲ πλέον δίκῃ κρίναντες καὶ οὐκ ἀνταποδόντες νῦν τὴν ἴσην τιμωρίαν · ἔννομα γὰρ πείσονται καὶ οὐχὶ ἐκ μάχης χεῖρας προϊσχόμενοι , ὥσπερ φασίν , ἀλλ’ ἀπὸ ξυμβάσεως ἐς δίκην σφᾶς αὐτοὺς παραδόντες .
3.67.6 ἀμύνατε οὖν , Λακεδαιμόνιοι , καὶ τῷ τῶν Ἑλλήνων νόμῳ ὑπὸ τῶνδε παραβαθέντι , καὶ ἡμῖν ἄνομα παθοῦσιν ἀνταπόδοτε χάριν δικαίαν ὧν πρόθυμοι γεγενήμεθα , καὶ μὴ τοῖς τῶνδε λόγοις περιωσθῶμεν ἐν ὑμῖν , ποιήσατε δὲ τοῖς Ἕλλησι παράδειγμα οὐ λόγων τοὺς ἀγῶνας προθήσοντες ἀλλ’ ἔργων , ὧν ἀγαθῶν μὲν ὄντων βραχεῖα ἀπαγγελία ἀρκεῖ , ἁμαρτανομένων δὲ λόγοι ἔπεσι κοσμηθέντες προκαλύμματα γίγνονται .
3.67.7 ἀλλ’ ἢν οἱ ἡγεμόνες , ὥσπερ νῦν ὑμεῖς , κεφαλαιώσαντες πρὸς τοὺς ξύμπαντας διαγνώμας ποιήσησθε , ἧσσόν τις ἐπ’ ἀδίκοις ἔργοις λόγους καλοὺς ζητήσει . "