3.68.1 τοιαῦτα δὲ οἱ Θηβαῖοι εἶπον . οἱ δὲ Λακεδαιμόνιοι δικασταὶ νομίζοντες τὸ ἐπερώτημα σφίσιν ὀρθῶς ἕξειν , εἴ τι ἐν τῷ πολέμῳ ὑπ’ αὐτῶν ἀγαθὸν πεπόνθασι , διότι τόν τε ἄλλον χρόνον ἠξίουν δῆθεν αὐτοὺς κατὰ τὰς παλαιὰς Παυσανίου μετὰ τὸν Μῆδον σπονδὰς ἡσυχάζειν καὶ ὅτε ὕστερον πρὸ τοῦ περιτειχίζεσθαι προείχοντο αὐτοῖς , κοινοὺς εἶναι κατ’ ἐκεῖνα , ὡς οὐκ ἐδέξαντο , ἡγούμενοι τῇ ἑαυτῶν δικαίᾳ βουλήσει ἔκσπονδοι ἤδη ὑπ’ αὐτῶν κακῶς πεπονθέναι , αὖθις τὸ αὐτὸ ἕνα ἕκαστον παραγαγόντες καὶ ἐρωτῶντες , εἴ τι Λακεδαιμονίους καὶ τοὺς ξυμμάχους ἀγαθὸν ἐν τῷ πολέμῳ δεδρακότες εἰσίν , ὁπότε μὴ φαῖεν , ἀπάγοντες ἀπέκτεινον καὶ ἐξαίρετον ἐποιήσαντο οὐδένα .
3.68.2 διέφθειραν δὲ Πλαταιῶν μὲν αὐτῶν οὐκ ἐλάσσους διακοσίων , Ἀθηναίων δὲ πέντε καὶ εἴκοσιν , οἳ ξυνεπολιορκοῦντο · γυναῖκας δὲ ἠνδραπόδισαν .
3.68.3 τὴν δὲ πόλιν ἐνιαυτὸν μέν τινα [ Θηβαῖοι ] Μεγαρέων ἀνδράσι κατὰ στάσιν ἐκπεπτωκόσι καὶ ὅσοι τὰ σφέτερα φρονοῦντες Πλαταιῶν περιῆσαν ἔδοσαν ἐνοικεῖν · ὕστερον δὲ καθελόντες αὐτὴν ἐς ἔδαφος πᾶσαν ἐκ τῶν θεμελίων ᾠκοδόμησαν πρὸς τῷ Ἡραίῳ καταγώγιον διακοσίων ποδῶν πανταχῇ , κύκλῳ οἰκήματα ἔχον κάτωθεν καὶ ἄνωθεν , καὶ ὀροφαῖς καὶ θυρώμασι τοῖς τῶν Πλαταιῶν ἐχρήσαντο , καὶ τοῖς ἄλλοις ἦν ἐν τῷ τείχει ἔπιπλα , χαλκὸς καὶ σίδηρος , κλίνας κατασκευάσαντες ἀνέθεσαν τῇ Ἥρᾳ , καὶ νεὼν ἑκατόμπεδον λίθινον ᾠκοδόμησαν αὐτῇ . τὴν δὲ γῆν δημοσιώσαντες ἀπεμίσθωσαν ἐπὶ δέκα ἔτη , καὶ ἐνέμοντο Θηβαῖοι .