3.66.2 καὶ ὑμεῖς ἄσμενοι χωρήσαντες καὶ ξύμβασιν ποιησάμενοι τὸ μὲν πρῶτον ἡσυχάζετε , ὕστερον δὲ κατανοήσαντες ἡμᾶς ὀλίγους ὄντας , εἰ ἄρα καὶ ἐδοκοῦμέν τι ἀνεπιεικέστερον πρᾶξαι οὐ μετὰ τοῦ πλήθους ὑμῶν ἐσελθόντες , τὰ μὲν ὁμοῖα οὐκ ἀνταπέδοτε ἡμῖν , μήτε νεωτερίσαι ἔργῳ λόγοις τε πείθειν ὥστε ἐξελθεῖν , ἐπιθέμενοι δὲ παρὰ τὴν ξύμβασιν , οὓς μὲν ἐν χερσὶν ἀπεκτείνατε , οὐχ ὁμοίως ἀλγοῦμεν ( κατὰ νόμον γὰρ δή τινα ἔπασχον ) , οὓς δὲ χεῖρας προϊσχομένους καὶ ζωγρήσαντες ὑποσχόμενοί τε ἡμῖν ὕστερον μὴ κτενεῖν παρανόμως διεφθείρατε , πῶς οὐ δεινὰ εἴργασθε ;
3.66.3 καὶ ταῦτα τρεῖς ἀδικίας ἐν ὀλίγῳ πράξαντες , τήν τε λυθεῖσαν ὁμολογίαν καὶ τῶν ἀνδρῶν τὸν ὕστερον θάνατον καὶ τὴν περὶ αὐτῶν ἡμῖν μὴ κτενεῖν ψευσθεῖσαν ὑπόσχεσιν , ἢν τὰ ἐν τοῖς ἀγροῖς ὑμῖν μὴ ἀδικῶμεν , ὅμως φατὲ ἡμᾶς παρανομῆσαι καὶ αὐτοὶ ἀξιοῦτε μὴ ἀντιδοῦναι δίκην . οὔκ , ἤν γε οὗτοι τὰ ὀρθὰ γιγνώσκωσιν · πάντων δὲ αὐτῶν ἕνεκα κολασθήσεσθε .
3.67.1 " καὶ ταῦτα , Λακεδαιμόνιοι , τούτου ἕνεκα ἐπεξήλθομεν καὶ ὑπὲρ ὑμῶν καὶ ἡμῶν , ἵνα ὑμεῖς μὲν εἰδῆτε δικαίως αὐτῶν καταγνωσόμενοι , ἡμεῖς δὲ ἔτι ὁσιώτερον τετιμωρημένοι .
3.67.2 καὶ μὴ παλαιὰς ἀρετάς , εἴ τις ἄρα καὶ ἐγένετο , ἀκούοντες ἐπικλασθῆτε , ἃς χρὴ τοῖς μὲν ἀδικουμένοις ἐπικούρους εἶναι , τοῖς δὲ αἰσχρόν τι δρῶσι διπλασίας ζημίας , ὅτι οὐκ ἐκ προσηκόντων ἁμαρτάνουσιν . μηδὲ ὀλοφυρμῷ καὶ οἴκτῳ ὠφελείσθων , πατέρων τε τάφους τῶν ὑμετέρων ἐπιβοώμενοι καὶ τὴν σφετέραν ἐρημίαν .