3.65.1 δὲ τελευταῖά φατε ἀδικηθῆναι , παρανόμως γὰρ ἐλθεῖν ἡμᾶς ἐν σπονδαῖς καὶ ἱερομηνίᾳ ἐπὶ τὴν ὑμετέραν πόλιν , οὐ νομίζομεν οὐδ’ ἐν τούτοις ὑμῶν μᾶλλον ἁμαρτεῖν .
3.65.2 εἰ μὲν γὰρ ἡμεῖς αὐτοὶ πρός τε τὴν πόλιν ἐλθόντες ἐμαχόμεθα καὶ τὴν γῆν ἐδῃοῦμεν ὡς πολέμιοι , ἀδικοῦμεν · εἰ δὲ ἄνδρες ὑμῶν οἱ πρῶτοι καὶ χρήμασι καὶ γένει , βουλόμενοι τῆς μὲν ἔξω ξυμμαχίας ὑμᾶς παῦσαι , ἐς δὲ τὰ κοινὰ τῶν πάντων Βοιωτῶν πάτρια καταστῆσαι , ἐπεκαλέσαντο ἑκόντες , τί ἀδικοῦμεν ; οἱ γὰρ ἄγοντες παρανομοῦσι μᾶλλον τῶν ἑπομένων .
3.65.3 ἀλλ’ οὔτ’ ἐκεῖνοι , ὡς ἡμεῖς κρίνομεν , οὔτε ἡμεῖς · πολῖται δὲ ὄντες ὥσπερ ὑμεῖς καὶ πλείω παραβαλλόμενοι , τὸ ἑαυτῶν τεῖχος ἀνοίξαντες καὶ ἐς τὴν αὑτῶν πόλιν φιλίως , οὐ πολεμίως κομίσαντες ἐβούλοντο τούς τε ὑμῶν χείρους μηκέτι μᾶλλον γενέσθαι τούς τε ἀμείνους τὰ ἄξια ἔχειν , σωφρονισταὶ ὄντες τῆς γνώμης καὶ τῶν σωμάτων τὴν πόλιν οὐκ ἀλλοτριοῦντες ἀλλ’ ἐς τὴν ξυγγένειαν οἰκειοῦντες , ἐχθροὺς οὐδενὶ καθιστάντες , ἅπασι δ’ ὁμοίως ἐνσπόνδους .
3.66.1 τεκμήριον δὲ ὡς οὐ πολεμίως ἐπράσσομεν · οὔτε γὰρ ἠδικήσαμεν οὐδένα , προείπομέν τε τὸν βουλόμενον κατὰ τὰ τῶν πάντων Βοιωτῶν πάτρια πολιτεύειν ἰέναι πρὸς ἡμᾶς .