3.63.4 καὶ οὐκ ἴσην αὐτοῖς τὴν χάριν ἀνταπέδοτε οὐδὲ αἰσχύνης ἀπηλλαγμένην · ὑμεῖς μὲν γὰρ ἀδικούμενοι αὐτούς , ὡς φατέ , ἐπηγάγεσθε , τοῖς δὲ ἀδικοῦσιν ἄλλους ξυνεργοὶ κατέστητε . καίτοι τὰς ὁμοίας χάριτας μὴ ἀντιδιδόναι αἰσχρὸν μᾶλλον τὰς μετὰ δικαιοσύνης μὲν ὀφειληθείσας , ἐς ἀδικίαν δὲ ἀποδιδομένας .
3.64.1 δῆλόν τε ἐποιήσατε οὐδὲ τότε τῶν Ἑλλήνων ἕνεκα μόνοι οὐ μηδίσαντες , ἀλλ’ ὅτι οὐδ’ Ἀθηναῖοι , ὑμεῖς δὲ τοῖς μὲν ταὐτὰ βουλόμενοι ποιεῖν , τοῖς δὲ τἀναντία .
3.64.2 καὶ νῦν ἀξιοῦτε , ἀφ’ ὧν δι’ ἑτέρους ἐγένεσθε ἀγαθοί , ἀπὸ τούτων ὠφελεῖσθαι . ἀλλ’ οὐκ εἰκός · ὥσπερ δὲ Ἀθηναίους εἵλεσθε , τούτοις ξυναγωνίζεσθε , καὶ μὴ προφέρετε τὴν τότε γενομένην ξυνωμοσίαν ὡς χρὴ ἀπ’ αὐτῆς νῦν σῴζεσθαι .
3.64.3 ἀπελίπετε γὰρ αὐτὴν καὶ παραβάντες ξυγκατεδουλοῦσθε μᾶλλον Αἰγινήτας καὶ ἄλλους τινὰς τῶν ξυνομοσάντων διεκωλύετε , καὶ ταῦτα οὔτε ἄκοντες ἔχοντές τε τοὺς νόμους οὕσπερ μέχρι τοῦ δεῦρο καὶ οὐδενὸς ὑμᾶς βιασαμένου ὥσπερ ἡμᾶς . τὴν τελευταίαν τε πρὶν περιτειχίζεσθαι πρόκλησιν ἐς ἡσυχίαν ἡμῶν , ὥστε μηδετέροις ἀμύνειν , οὐκ ἐδέχεσθε .
3.64.4 τίνες ἂν οὖν ὑμῶν δικαιότερον πᾶσι τοῖς Ἕλλησι μισοῖντο , οἵτινες ἐπὶ τῷ ἐκείνων κακῷ ἀνδραγαθίαν προύθεσθε ; καὶ μέν ποτε χρηστοὶ ἐγένεσθε , ὡς φατέ , οὐ προσήκοντα νῦν ἐπεδείξατε , δὲ φύσις αἰεὶ ἐβούλετο , ἐξηλέγχθη ἐς τὸ ἀληθές · μετὰ γὰρ Ἀθηναίων ἄδικον ὁδὸν ἰόντων ἐχωρήσατε .
3.64.5 " τὰ μὲν οὖν ἐς τὸν ἡμέτερόν τε ἀκούσιον μηδισμὸν καὶ τὸν ὑμέτερον ἑκούσιον ἀττικισμὸν τοιαῦτα ἀποφαίνομεν ·