3.62.5 ἐπειδὴ γοῦν τε Μῆδος ἀπῆλθε καὶ τοὺς νόμους ἔλαβε , σκέψασθαι χρή , Ἀθηναίων ὕστερον ἐπιόντων τήν τε ἄλλην Ἑλλάδα καὶ τὴν ἡμετέραν χώραν πειρωμένων ὑφ’ αὑτοῖς ποιεῖσθαι καὶ κατὰ στάσιν ἤδη ἐχόντων αὐτῆς τὰ πολλά , εἰ μαχόμενοι ἐν Κορωνείᾳ καὶ νικήσαντες αὐτοὺς ἠλευθερώσαμεν τὴν Βοιωτίαν καὶ τοὺς ἄλλους νῦν προθύμως ξυνελευθεροῦμεν , ἵππους τε παρέχοντες καὶ παρασκευὴν ὅσην οὐκ ἄλλοι τῶν ξυμμάχων .
3.63.1 " καὶ τὰ μὲν ἐς τὸν μηδισμὸν τοσαῦτα ἀπολογούμεθα · ὡς δὲ ὑμεῖς μᾶλλόν τε ἠδικήκατε τοὺς Ἕλληνας καὶ ἀξιώτεροί ἐστε πάσης ζημίας , πειρασόμεθα ἀποφαίνειν .
3.63.2 ἐγένεσθε ἐπὶ τῇ ἡμετέρᾳ τιμωρίᾳ , ὡς φατέ , Ἀθηναίων ξύμμαχοι καὶ πολῖται . οὐκοῦν χρῆν τὰ πρὸς ἡμᾶς μόνον ὑμᾶς ἐπάγεσθαι αὐτοὺς καὶ μὴ ξυνεπιέναι μετ’ αὐτῶν ἄλλοις , ὑπάρχον γε ὑμῖν , εἴ τι καὶ ἄκοντες προσήγεσθε ὑπ’ Ἀθηναίων , τῆς τῶν Λακεδαιμονίων τῶνδε ἤδη ἐπὶ τῷ Μήδῳ ξυμμαχίας γεγενημένης , ἣν αὐτοὶ μάλιστα προβάλλεσθε · ἱκανή γε ἦν ἡμᾶς τε ὑμῶν ἀποτρέπειν , καί , τὸ μέγιστον , ἀδεῶς παρέχειν βουλεύεσθαι . ἀλλ’ ἑκόντες καὶ οὐ βιαζόμενοι ἔτι εἵλεσθε μᾶλλον τὰ Ἀθηναίων .
3.63.3 καὶ λέγετε ὡς αἰσχρὸν ἦν προδοῦναι τοὺς εὐεργέτας · πολὺ δέ γε αἴσχιον καὶ ἀδικώτερον τοὺς πάντας Ἕλληνας καταπροδοῦναι , οἷς ξυνωμόσατε , Ἀθηναίους μόνους , τοὺς μὲν καταδουλουμένους τὴν Ἑλλάδα , τοὺς δὲ ἐλευθεροῦντας .