3.61.2 " ἡμεῖς δὲ αὐτοῖς διάφοροι ἐγενόμεθα πρῶτον ὅτι ἡμῶν κτισάντων Πλάταιαν ὕστερον τῆς ἄλλης Βοιωτίας καὶ ἄλλα χωρία μετ’ αὐτῆς , ξυμμείκτους ἀνθρώπους ἐξελάσαντες ἔσχομεν , οὐκ ἠξίουν οὗτοι , ὥσπερ ἐτάχθη τὸ πρῶτον , ἡγεμονεύεσθαι ὑφ’ ἡμῶν , ἔξω δὲ τῶν ἄλλων Βοιωτῶν παραβαίνοντες τὰ πάτρια , ἐπειδὴ προσηναγκάζοντο , προσεχώρησαν πρὸς Ἀθηναίους καὶ μετ’ αὐτῶν πολλὰ ἡμᾶς ἔβλαπτον , ἀνθ’ ὧν καὶ ἀντέπασχον .
3.62.1 " ἐπειδὴ δὲ καὶ βάρβαρος ἦλθεν ἐπὶ τὴν Ἑλλάδα , φασὶ μόνοι Βοιωτῶν οὐ μηδίσαι , καὶ τούτῳ μάλιστα αὐτοί τε ἀγάλλονται καὶ ἡμᾶς λοιδοροῦσιν .
3.62.2 ἡμεῖς δὲ μηδίσαι μὲν αὐτοὺς οὔ φαμεν διότι οὐδ’ Ἀθηναίους , τῇ μέντοι αὐτῇ ἰδέᾳ ὕστερον ἰόντων Ἀθηναίων ἐπὶ τοὺς Ἕλληνας μόνους αὖ Βοιωτῶν ἀττικίσαι .
3.62.3 καίτοι σκέψασθε ἐν οἵῳ εἴδει ἑκάτεροι ἡμῶν τοῦτο ἔπραξαν . ἡμῖν μὲν γὰρ πόλις τότε ἐτύγχανεν οὔτε κατ’ ὀλιγαρχίαν ἰσόνομον πολιτεύουσα οὔτε κατὰ δημοκρατίαν · ὅπερ δέ ἐστι νόμοις μὲν καὶ τῷ σωφρονεστάτῳ ἐναντιώτατον , ἐγγυτάτω δὲ τυράννου , δυναστεία ὀλίγων ἀνδρῶν εἶχε τὰ πράγματα .
3.62.4 καὶ οὗτοι ἰδίας δυνάμεις ἐλπίσαντες ἔτι μᾶλλον σχήσειν εἰ τὰ τοῦ Μήδου κρατήσειε , κατέχοντες ἰσχύι τὸ πλῆθος ἐπηγάγοντο αὐτόν · καὶ ξύμπασα πόλις οὐκ αὐτοκράτωρ οὖσα ἑαυτῆς τοῦτ’ ἔπραξεν , οὐδ’ ἄξιον αὐτῇ ὀνειδίσαι ὧν μὴ μετὰ νόμων ἥμαρτεν .