3.47.2 νῦν μὲν γὰρ ὑμῖν δῆμος ἐν πάσαις ταῖς πόλεσιν εὔνους ἐστί , καὶ οὐ ξυναφίσταται τοῖς ὀλίγοις , ἐὰν βιασθῇ , ὑπάρχει τοῖς ἀποστήσασι πολέμιος εὐθύς , καὶ τῆς ἀντικαθισταμένης πόλεως τὸ πλῆθος ξύμμαχον ἔχοντες ἐς πόλεμον ἐπέρχεσθε .
3.47.3 εἰ δὲ διαφθερεῖτε τὸν δῆμον τὸν Μυτιληναίων , ὃς οὔτε μετέσχε τῆς ἀποστάσεως , ἐπειδή τε ὅπλων ἐκράτησεν , ἑκὼν παρέδωκε τὴν πόλιν , πρῶτον μὲν ἀδικήσετε τοὺς εὐεργέτας κτείνοντες , ἔπειτα καταστήσετε τοῖς δυνατοῖς τῶν ἀνθρώπων βούλονται μάλιστα · ἀφιστάντες γὰρ τὰς πόλεις τὸν δῆμον εὐθὺς ξύμμαχον ἕξουσι , προδειξάντων ὑμῶν τὴν αὐτὴν ζημίαν τοῖς τε ἀδικοῦσιν ὁμοίως κεῖσθαι καὶ τοῖς μή .
3.47.4 δεῖ δέ , καὶ εἰ ἠδίκησαν , μὴ προσποιεῖσθαι , ὅπως μόνον ἡμῖν ἔτι ξύμμαχόν ἐστι μὴ πολέμιον γένηται .
3.47.5 καὶ τοῦτο πολλῷ ξυμφορώτερον ἡγοῦμαι ἐς τὴν κάθεξιν τῆς ἀρχῆς , ἑκόντας ἡμᾶς ἀδικηθῆναι δικαίως οὓς μὴ δεῖ διαφθεῖραι · καὶ τὸ Κλέωνος τὸ αὐτὸ δίκαιον καὶ ξύμφορον τῆς τιμωρίας οὐχ εὑρίσκεται ἐν αὐτῷ δυνατὸν ὂν ἅμα γίγνεσθαι .
3.48.1 " ὑμεῖς δὲ γνόντες ἀμείνω τάδε εἶναι καὶ μήτε οἴκτῳ πλέον νείμαντες μήτ’ ἐπιεικείᾳ , οἷς οὐδὲ ἐγὼ ἐῶ προσάγεσθαι , ἀπ’ αὐτῶν δὲ τῶν παραινουμένων πείθεσθέ μοι Μυτιληναίων οὓς μὲν Πάχης ἀπέπεμψεν ὡς ἀδικοῦντας κρῖναι καθ’ ἡσυχίαν , τοὺς δ’ ἄλλους ἐᾶν οἰκεῖν .
3.48.2 τάδε γὰρ ἔς τε τὸ μέλλον ἀγαθὰ καὶ τοῖς πολεμίοις ἤδη φοβερά · ὅστις γὰρ εὖ βουλεύεται πρὸς τοὺς ἐναντίους κρείσσων ἐστὶν μετ’ ἔργων ἰσχύος ἀνοίᾳ ἐπιών . "