3.49.1 τοιαῦτα δὲ Διόδοτος εἶπεν . ῥηθεισῶν δὲ τῶν γνωμῶν τούτων μάλιστα ἀντιπάλων πρὸς ἀλλήλας οἱ Ἀθηναῖοι ἦλθον μὲν ἐς ἀγῶνα ὅμως τῆς δόξης καὶ ἐγένοντο ἐν τῇ χειροτονίᾳ ἀγχώμαλοι , ἐκράτησε δὲ τοῦ Διοδότου .
3.49.2 καὶ τριήρη εὐθὺς ἄλλην ἀπέστελλον κατὰ σπουδήν , ὅπως μὴ φθασάσης τῆς προτέρας εὕρωσι διεφθαρμένην τὴν πόλιν · προεῖχε δὲ ἡμέρᾳ καὶ νυκτὶ μάλιστα .
3.49.3 παρασκευασάντων δὲ τῶν Μυτιληναίων πρέσβεων τῇ νηὶ οἶνον καὶ ἄλφιτα καὶ μεγάλα ὑποσχομένων , εἰ φθάσειαν , ἐγένετο σπουδὴ τοῦ πλοῦ τοιαύτη ὥστε ἤσθιόν τε ἅμα ἐλαύνοντες οἴνῳ καὶ ἐλαίῳ ἄλφιτα πεφυραμένα , καὶ οἱ μὲν ὕπνον ᾑροῦντο κατὰ μέρος , οἱ δὲ ἤλαυνον .
3.49.4 κατὰ τύχην δὲ πνεύματος οὐδενὸς ἐναντιωθέντος καὶ τῆς μὲν προτέρας νεὼς οὐ σπουδῇ πλεούσης ἐπὶ πρᾶγμα ἀλλόκοτον , ταύτης δὲ τοιούτῳ τρόπῳ ἐπειγομένης , μὲν ἔφθασε τοσοῦτον ὅσον Πάχητα ἀνεγνωκέναι τὸ ψήφισμα καὶ μέλλειν δράσειν τὰ δεδογμένα , δ’ ὑστέρα αὐτῆς ἐπικατάγεται καὶ διεκώλυσε μὴ διαφθεῖραι . παρὰ τοσοῦτον μὲν Μυτιλήνη ἦλθε κινδύνου .
3.50.1 τοὺς δ’ ἄλλους ἄνδρας οὓς Πάχης ἀπέπεμψεν ὡς αἰτιωτάτους ὄντας τῆς ἀποστάσεως Κλέωνος γνώμῃ διέφθειραν οἱ Ἀθηναῖοι ( ἦσαν δὲ ὀλίγῳ πλείους χιλίων ) , καὶ Μυτιληναίων τείχη καθεῖλον καὶ ναῦς παρέλαβον .
3.50.2 ὕστερον δὲ φόρον μὲν οὐκ ἔταξαν Λεσβίοις , κλήρους δὲ ποιήσαντες τῆς γῆς πλὴν τῆς Μηθυμναίων τρισχιλίους τριακοσίους μὲν τοῖς θεοῖς ἱεροὺς ἐξεῖλον , ἐπὶ δὲ τοὺς ἄλλους σφῶν αὐτῶν κληρούχους τοὺς λαχόντας ἀπέπεμψαν · οἷς ἀργύριον Λέσβιοι ταξάμενοι τοῦ κλήρου ἑκάστου τοῦ ἐνιαυτοῦ δύο μνᾶς φέρειν αὐτοὶ εἰργάζοντο τὴν γῆν .