3.46.1 " οὔκουν χρὴ οὔτε τοῦ θανάτου τῇ ζημίᾳ ὡς ἐχεγγύῳ πιστεύσαντας χεῖρον βουλεύσασθαι οὔτε ἀνέλπιστον καταστῆσαι τοῖς ἀποστᾶσιν ὡς οὐκ ἔσται μεταγνῶναι καὶ ὅτι ἐν βραχυτάτῳ τὴν ἁμαρτίαν καταλῦσαι .
3.46.2 σκέψασθε γὰρ ὅτι νῦν μέν , ἤν τις καὶ ἀποστᾶσα πόλις γνῷ μὴ περιεσομένη , ἔλθοι ἂν ἐς ξύμβασιν δυνατὴ οὖσα ἔτι τὴν δαπάνην ἀποδοῦναι καὶ τὸ λοιπὸν ὑποτελεῖν · ἐκείνως δὲ τίνα οἴεσθε ἥντινα οὐκ ἄμεινον μὲν νῦν παρασκευάσεσθαι , πολιορκίᾳ δὲ παρατενεῖσθαι ἐς τοὔσχατον , εἰ τὸ αὐτὸ δύναται σχολῇ καὶ ταχὺ ξυμβῆναι ;
3.46.3 ἡμῖν τε πῶς οὐ βλάβη δαπανᾶν καθημένοις διὰ τὸ ἀξύμβατον καί , ἢν ἕλωμεν , πόλιν ἐφθαρμένην παραλαβεῖν καὶ τῆς προσόδου τὸ λοιπὸν ἀπ’ αὐτῆς στέρεσθαι ; ἰσχύομεν δὲ πρὸς τοὺς πολεμίους τῷδε .
3.46.4 ὥστε οὐ δικαστὰς ὄντας δεῖ ἡμᾶς μᾶλλον τῶν ἐξαμαρτανόντων ἀκριβεῖς βλάπτεσθαι ὁρᾶν ὅπως ἐς τὸν ἔπειτα χρόνον μετρίως κολάζοντες ταῖς πόλεσιν ἕξομεν ἐς χρημάτων λόγον ἰσχυούσαις χρῆσθαι , καὶ τὴν φυλακὴν μὴ ἀπὸ τῶν νόμων τῆς δεινότητος ἀξιοῦν ποιεῖσθαι , ἀλλ’ ἀπὸ τῶν ἔργων τῆς ἐπιμελείας .
3.46.5 οὗ νῦν τοὐναντίον δρῶντες , ἤν τινα ἐλεύθερον καὶ βίᾳ ἀρχόμενον εἰκότως πρὸς αὐτονομίαν ἀποστάντα χειρωσώμεθα , χαλεπῶς οἰόμεθα χρῆναι τιμωρεῖσθαι .
3.46.6 χρὴ δὲ τοὺς ἐλευθέρους οὐκ ἀφισταμένους σφόδρα κολάζειν , ἀλλὰ πρὶν ἀποστῆναι σφόδρα φυλάσσειν καὶ προκαταλαμβάνειν ὅπως μηδ’ ἐς ἐπίνοιαν τούτου ἴωσι , κρατήσαντάς τε ὅτι ἐπ’ ἐλάχιστον τὴν αἰτίαν ἐπιφέρειν .
3.47.1 " ὑμεῖς δὲ σκέψασθε ὅσον ἂν καὶ τοῦτο ἁμαρτάνοιτε Κλέωνι πειθόμενοι .