3.45.3 πεφύκασί τε ἅπαντες καὶ ἰδίᾳ καὶ δημοσίᾳ ἁμαρτάνειν , καὶ οὐκ ἔστι νόμος ὅστις ἀπείρξει τούτου , ἐπεὶ διεξεληλύθασί γε διὰ πασῶν τῶν ζημιῶν οἱ ἄνθρωποι προστιθέντες , εἴ πως ἧσσον ἀδικοῖντο ὑπὸ τῶν κακούργων . καὶ εἰκὸς τὸ πάλαι τῶν μεγίστων ἀδικημάτων μαλακωτέρας κεῖσθαι αὐτάς , παραβαινομένων δὲ τῷ χρόνῳ ἐς τὸν θάνατον αἱ πολλαὶ ἀνήκουσιν · καὶ τοῦτο ὅμως παραβαίνεται .
3.45.4 τοίνυν δεινότερόν τι τούτου δέος εὑρετέον ἐστὶν τόδε γε οὐδὲν ἐπίσχει , ἀλλ’ μὲν πενία ἀνάγκῃ τὴν τόλμαν παρέχουσα , δ’ ἐξουσία ὕβρει τὴν πλεονεξίαν καὶ φρονήματι , αἱ δ’ ἄλλαι ξυντυχίαι ὀργῇ τῶν ἀνθρώπων ὡς ἑκάστη τις κατέχεται ὑπ’ ἀνηκέστου τινὸς κρείσσονος ἐξάγουσιν ἐς τοὺς κινδύνους .
3.45.5 τε ἐλπὶς καὶ ἔρως ἐπὶ παντί , μὲν ἡγούμενος , δ’ ἐφεπομένη , καὶ μὲν τὴν ἐπιβουλὴν ἐκφροντίζων , δὲ τὴν εὐπορίαν τῆς τύχης ὑποτιθεῖσα , πλεῖστα βλάπτουσι , καὶ ὄντα ἀφανῆ κρείσσω ἐστὶ τῶν ὁρωμένων δεινῶν .
3.45.6 καὶ τύχη ἐπ’ αὐτοῖς οὐδὲν ἔλασσον ξυμβάλλεται ἐς τὸ ἐπαίρειν · ἀδοκήτως γὰρ ἔστιν ὅτε παρισταμένη καὶ ἐκ τῶν ὑποδεεστέρων κινδυνεύειν τινὰ προάγει , καὶ οὐχ ἧσσον τὰς πόλεις , ὅσῳ περὶ τῶν μεγίστων τε , ἐλευθερίας ἄλλων ἀρχῆς , καὶ μετὰ πάντων ἕκαστος ἀλογίστως ἐπὶ πλέον τι αὑτὸν ἐδόξασεν .
3.45.7 ἁπλῶς τε ἀδύνατον καὶ πολλῆς εὐηθείας , ὅστις οἴεται τῆς ἀνθρωπείας φύσεως ὁρμωμένης προθύμως τι πρᾶξαι ἀποτροπήν τινα ἔχειν νόμων ἰσχύι ἄλλῳ τῳ δεινῷ .