3.44.2 ἤν τε γὰρ ἀποφήνω πάνυ ἀδικοῦντας αὐτούς , οὐ διὰ τοῦτο καὶ ἀποκτεῖναι κελεύσω , εἰ μὴ ξυμφέρον , ἤν τε καὶ ἔχοντάς τι ξυγγνώμης εἶεν , εἰ τῇ πόλει μὴ ἀγαθὸν φαίνοιτο .
3.44.3 νομίζω δὲ περὶ τοῦ μέλλοντος ἡμᾶς μᾶλλον βουλεύεσθαι τοῦ παρόντος . καὶ τοῦτο μάλιστα Κλέων ἰσχυρίζεται , ἐς τὸ λοιπὸν ξυμφέρον ἔσεσθαι πρὸς τὸ ἧσσον ἀφίστασθαι θάνατον ζημίαν προθεῖσι , καὶ αὐτὸς περὶ τοῦ ἐς τὸ μέλλον καλῶς ἔχοντος ἀντισχυριζόμενος τἀναντία γιγνώσκω .
3.44.4 καὶ οὐκ ἀξιῶ ὑμᾶς τῷ εὐπρεπεῖ τοῦ ἐκείνου λόγου τὸ χρήσιμον τοῦ ἐμοῦ ἀπώσασθαι . δικαιότερος γὰρ ὢν αὐτοῦ λόγος πρὸς τὴν νῦν ὑμετέραν ὀργὴν ἐς Μυτιληναίους τάχ’ ἂν ἐπισπάσαιτο · ἡμεῖς δὲ οὐ δικαζόμεθα πρὸς αὐτούς , ὥστε τῶν δικαίων δεῖν , ἀλλὰ βουλευόμεθα περὶ αὐτῶν , ὅπως χρησίμως ἕξουσιν .
3.45.1 " ἐν οὖν ταῖς πόλεσι πολλῶν θανάτου ζημίαι πρόκεινται , καὶ οὐκ ἴσων τῷδε , ἀλλ’ ἐλασσόνων ἁμαρτημάτων · ὅμως δὲ τῇ ἐλπίδι ἐπαιρόμενοι κινδυνεύουσι , καὶ οὐδείς πω καταγνοὺς ἑαυτοῦ μὴ περιέσεσθαι τῷ ἐπιβουλεύματι ἦλθεν ἐς τὸ δεινόν .
3.45.2 πόλις τε ἀφισταμένη τίς πω ἥσσω τῇ δοκήσει ἔχουσα τὴν παρασκευὴν οἰκείαν ἄλλων ξυμμαχίᾳ τούτῳ ἐπεχείρησεν ;