3.39.8 ἡμῖν δὲ πρὸς ἑκάστην πόλιν ἀποκεκινδυνεύσεται τά τε χρήματα καὶ αἱ ψυχαί , καὶ τυχόντες μὲν πόλιν ἐφθαρμένην παραλαβόντες τῆς ἔπειτα προσόδου , δι’ ἣν ἰσχύομεν , τὸ λοιπὸν στερήσεσθε , σφαλέντες δὲ πολεμίους πρὸς τοῖς ὑπάρχουσιν ἕξομεν , καὶ ὃν χρόνον τοῖς νῦν καθεστηκόσι δεῖ ἐχθροῖς ἀνθίστασθαι , τοῖς οἰκείοις ξυμμάχοις πολεμήσομεν .
3.40.1 " οὔκουν δεῖ προθεῖναι ἐλπίδα οὔτε λόγῳ πιστὴν οὔτε χρήμασιν ὠνητήν , ὡς ξυγγνώμην ἁμαρτεῖν ἀνθρωπίνως λήψονται . ἄκοντες μὲν γὰρ οὐκ ἔβλαψαν , εἰδότες δὲ ἐπεβούλευσαν · ξύγγνωμον δ’ ἐστὶ τὸ ἀκούσιον .
3.40.2 ἐγὼ μὲν οὖν καὶ τότε πρῶτον καὶ νῦν διαμάχομαι μὴ μεταγνῶναι ὑμᾶς τὰ προδεδογμένα , μηδὲ τρισὶ τοῖς ἀξυμφορωτάτοις τῇ ἀρχῇ , οἴκτῳ καὶ ἡδονῇ λόγων καὶ ἐπιεικείᾳ , ἁμαρτάνειν .
3.40.3 ἔλεός τε γὰρ πρὸς τοὺς ὁμοίους δίκαιος ἀντιδίδοσθαι , καὶ μὴ πρὸς τοὺς οὔτ’ ἀντοικτιοῦντας ἐξ ἀνάγκης τε καθεστῶτας αἰεὶ πολεμίους · οἵ τε τέρποντες λόγῳ ῥήτορες ἕξουσι καὶ ἐν ἄλλοις ἐλάσσοσιν ἀγῶνα , καὶ μὴ ἐν μὲν πόλις βραχέα ἡσθεῖσα μεγάλα ζημιώσεται , αὐτοὶ δὲ ἐκ τοῦ εὖ εἰπεῖν τὸ παθεῖν εὖ ἀντιλήψονται · καὶ ἐπιείκεια πρὸς τοὺς μέλλοντας ἐπιτηδείους καὶ τὸ λοιπὸν ἔσεσθαι μᾶλλον δίδοται πρὸς τοὺς ὁμοίους τε καὶ οὐδὲν ἧσσον πολεμίους ὑπολειπομένους .