3.40.4 ἕν τε ξυνελὼν λέγω · πειθόμενοι μὲν ἐμοὶ τά τε δίκαια ἐς Μυτιληναίους καὶ τὰ ξύμφορα ἅμα ποιήσετε , ἄλλως δὲ γνόντες τοῖς μὲν οὐ χαριεῖσθε , ὑμᾶς δὲ αὐτοὺς μᾶλλον δικαιώσεσθε . εἰ γὰρ οὗτοι ὀρθῶς ἀπέστησαν , ὑμεῖς ἂν οὐ χρεὼν ἄρχοιτε . εἰ δὲ δὴ καὶ οὐ προσῆκον ὅμως ἀξιοῦτε τοῦτο δρᾶν , παρὰ τὸ εἰκός τοι καὶ τούσδε ξυμφόρως δεῖ κολάζεσθαι , παύεσθαι τῆς ἀρχῆς καὶ ἐκ τοῦ ἀκινδύνου ἀνδραγαθίζεσθαι .
3.40.5 τῇ τε αὐτῇ ζημίᾳ ἀξιώσατε ἀμύνασθαι καὶ μὴ ἀναλγητότεροι οἱ διαφεύγοντες τῶν ἐπιβουλευσάντων φανῆναι , ἐνθυμηθέντες εἰκὸς ἦν αὐτοὺς ποιῆσαι κρατήσαντας ὑμῶν , ἄλλως τε καὶ προϋπάρξαντας ἀδικίας .
3.40.6 μάλιστα δὲ οἱ μὴ ξὺν προφάσει τινὰ κακῶς ποιοῦντες ἐπεξέρχονται καὶ διολλύναι , τὸν κίνδυνον ὑφορώμενοι τοῦ ὑπολειπομένου ἐχθροῦ · γὰρ μὴ ξὺν ἀνάγκῃ τι παθὼν χαλεπώτερος διαφυγὼν τοῦ ἀπὸ τῆς ἴσης ἐχθροῦ .
3.40.7 " μὴ οὖν προδόται γένησθε ὑμῶν αὐτῶν , γενόμενοι δ’ ὅτι ἐγγύτατα τῇ γνώμῃ τοῦ πάσχειν καὶ ὡς πρὸ παντὸς ἂν ἐτιμήσασθε αὐτοὺς χειρώσασθαι , νῦν ἀνταπόδοτε μὴ μαλακισθέντες πρὸς τὸ παρὸν αὐτίκα μηδὲ τοῦ ἐπικρεμασθέντος ποτὲ δεινοῦ ἀμνημονοῦντες .
3.40.8 κολάσατε δὲ ἀξίως τούτους τε καὶ τοῖς ἄλλοις ξυμμάχοις παράδειγμα σαφὲς καταστήσατε , ὃς ἂν ἀφιστῆται , θανάτῳ ζημιωσόμενον . τόδε γὰρ ἢν γνῶσιν , ἧσσον τῶν πολεμίων ἀμελήσαντες τοῖς ὑμετέροις αὐτῶν μαχεῖσθε ξυμμάχοις . "
3.41.1 τοιαῦτα μὲν Κλέων εἶπεν · μετὰ δ’ αὐτὸν Διόδοτος Εὐκράτους , ὅσπερ καὶ ἐν τῇ προτέρᾳ ἐκκλησίᾳ ἀντέλεγε μάλιστα μὴ ἀποκτεῖναι Μυτιληναίους , παρελθὼν καὶ τότε ἔλεγε τοιάδε .