3.39.3 παράδειγμα δὲ αὐτοῖς οὔτε αἱ τῶν πέλας ξυμφοραὶ ἐγένοντο , ὅσοι ἀποστάντες ἤδη ἡμῶν ἐχειρώθησαν , οὔτε παροῦσα εὐδαιμονία παρέσχεν ὄκνον μὴ ἐλθεῖν ἐς τὰ δεινά · γενόμενοι δὲ πρὸς τὸ μέλλον θρασεῖς καὶ ἐλπίσαντες μακρότερα μὲν τῆς δυνάμεως , ἐλάσσω δὲ τῆς βουλήσεως , πόλεμον ἤραντο , ἰσχὺν ἀξιώσαντες τοῦ δικαίου προθεῖναι · ἐν γὰρ ᾠήθησαν περιέσεσθαι , ἐπέθεντο ἡμῖν οὐκ ἀδικούμενοι .
3.39.4 εἴωθε δὲ τῶν πόλεων αἷς ἂν μάλιστα καὶ δι’ ἐλαχίστου ἀπροσδόκητος εὐπραγία ἔλθῃ , ἐς ὕβριν τρέπειν · τὰ δὲ πολλὰ κατὰ λόγον τοῖς ἀνθρώποις εὐτυχοῦντα ἀσφαλέστερα παρὰ δόξαν , καὶ κακοπραγίαν ὡς εἰπεῖν ῥᾷον ἀπωθοῦνται εὐδαιμονίαν διασῴζονται .
3.39.5 χρῆν δὲ Μυτιληναίους καὶ πάλαι μηδὲν διαφερόντως τῶν ἄλλων ὑφ’ ἡμῶν τετιμῆσθαι , καὶ οὐκ ἂν ἐς τόδε ἐξύβρισαν · πέφυκε γὰρ καὶ ἄλλως ἄνθρωπος τὸ μὲν θεραπεῦον ὑπερφρονεῖν , τὸ δὲ μὴ ὑπεῖκον θαυμάζειν .
3.39.6 κολασθέντων δὲ καὶ νῦν ἀξίως τῆς ἀδικίας , καὶ μὴ τοῖς μὲν ὀλίγοις αἰτία προστεθῇ , τὸν δὲ δῆμον ἀπολύσητε . πάντες γὰρ ὑμῖν γε ὁμοίως ἐπέθεντο , οἷς γ’ ἐξῆν ὡς ἡμᾶς τραπομένοις νῦν πάλιν ἐν τῇ πόλει εἶναι · ἀλλὰ τὸν μετὰ τῶν ὀλίγων κίνδυνον ἡγησάμενοι βεβαιότερον ξυναπέστησαν .
3.39.7 τῶν τε ξυμμάχων σκέψασθε εἰ τοῖς τε ἀναγκασθεῖσιν ὑπὸ τῶν πολεμίων καὶ τοῖς ἑκοῦσιν ἀποστᾶσι τὰς αὐτὰς ζημίας προσθήσετε , τίνα οἴεσθε ὅντινα οὐ βραχείᾳ προφάσει ἀποστήσεσθαι , ὅταν κατορθώσαντι ἐλευθέρωσις σφαλέντι μηδὲν παθεῖν ἀνήκεστον ;