3.38.6 καὶ μάλιστα μὲν αὐτὸς εἰπεῖν ἕκαστος βουλόμενος δύνασθαι , εἰ δὲ μή , ἀνταγωνιζόμενοι τοῖς τοιαῦτα λέγουσι μὴ ὕστεροι ἀκολουθῆσαι δοκεῖν τῇ γνώμῃ , ὀξέως δέ τι λέγοντος προεπαινέσαι , καὶ προαισθέσθαι τε πρόθυμοι εἶναι τὰ λεγόμενα καὶ προνοῆσαι βραδεῖς τὰ ἐξ αὐτῶν ἀποβησόμενα ,
3.38.7 ζητοῦντές τε ἄλλο τι ὡς εἰπεῖν ἐν οἷς ζῶμεν , φρονοῦντες δὲ οὐδὲ περὶ τῶν παρόντων ἱκανῶς · ἁπλῶς τε ἀκοῆς ἡδονῇ ἡσσώμενοι καὶ σοφιστῶν θεαταῖς ἐοικότες καθημένοις μᾶλλον περὶ πόλεως βουλευομένοις .
3.39.1 " ὧν ἐγὼ πειρώμενος ἀποτρέπειν ὑμᾶς ἀποφαίνω Μυτιληναίους μάλιστα δὴ μίαν πόλιν ἠδικηκότας ὑμᾶς .
3.39.2 ἐγὼ γάρ , οἵτινες μὲν μὴ δυνατοὶ φέρειν τὴν ὑμετέραν ἀρχὴν οἵτινες ὑπὸ τῶν πολεμίων ἀναγκασθέντες ἀπέστησαν , ξυγγνώμην ἔχω · νῆσον δὲ οἵτινες ἔχοντες μετὰ τειχῶν καὶ κατὰ θάλασσαν μόνον φοβούμενοι τοὺς ἡμετέρους πολεμίους , ἐν καὶ αὐτοὶ τριήρων παρασκευῇ οὐκ ἄφαρκτοι ἦσαν πρὸς αὐτούς , αὐτόνομοί τε οἰκοῦντες καὶ τιμώμενοι ἐς τὰ πρῶτα ὑπὸ ἡμῶν τοιαῦτα εἰργάσαντο , τί ἄλλο οὗτοι ἐπεβούλευσάν τε καὶ ἐπανέστησαν μᾶλλον ἀπέστησαν ( ἀπόστασις μέν γε τῶν βίαιόν τι πασχόντων ἐστίν ) , ἐζήτησάν τε μετὰ τῶν πολεμιωτάτων ἡμᾶς στάντες διαφθεῖραι ; καίτοι δεινότερόν ἐστιν εἰ καθ’ αὑτοὺς δύναμιν κτώμενοι ἀντεπολέμησαν .