3.31.1 μὲν τοσαῦτα εἰπὼν οὐκ ἔπειθε τὸν Ἀλκίδαν . ἄλλοι δέ τινες τῶν ἀπ’ Ἰωνίας φυγάδων καὶ οἱ Λέσβιοι 〈οἱ〉 ξυμπλέοντες παρῄνουν , ἐπειδὴ τοῦτον τὸν κίνδυνον φοβεῖται , τῶν ἐν Ἰωνίᾳ πόλεων καταλαβεῖν τινὰ Κύμην τὴν Αἰολίδα , ὅπως ἐκ πόλεως ὁρμώμενοι τὴν Ἰωνίαν ἀποστήσωσιν ( ἐλπίδα δ’ εἶναι · οὐδενὶ γὰρ ἀκουσίως ἀφῖχθαι ) καὶ τὴν πρόσοδον ταύτην μεγίστην οὖσαν Ἀθηναίων [ ἢν ] ὑφέλωσι , καὶ ἅμα , ἢν ἐφορμῶσι σφίσιν , αὐτοῖς δαπάνη γίγνηται · πείσειν τε οἴεσθαι καὶ Πισσούθνην ὥστε ξυμπολεμεῖν .
3.31.2 δὲ οὐδὲ ταῦτα ἐνεδέχετο , ἀλλὰ τὸ πλεῖστον τῆς γνώμης εἶχεν , ἐπειδὴ τῆς Μυτιλήνης ὑστερήκει , ὅτι τάχιστα τῇ Πελοποννήσῳ πάλιν προσμεῖξαι .
3.32.1 ἄρας δὲ ἐκ τοῦ Ἐμβάτου παρέπλει , καὶ προσσχὼν Μυοννήσῳ τῇ Τηίων τοὺς αἰχμαλώτους οὓς κατὰ πλοῦν εἰλήφει ἀπέσφαξε τοὺς πολλούς .
3.32.2 καὶ ἐς τὴν Ἔφεσον καθορμισαμένου αὐτοῦ Σαμίων τῶν ἐξ Ἀναίων ἀφικόμενοι πρέσβεις ἔλεγον οὐ καλῶς τὴν Ἑλλάδα ἐλευθεροῦν αὐτόν , εἰ ἄνδρας διέφθειρεν οὔτε χεῖρας ἀνταιρομένους οὔτε πολεμίους , Ἀθηναίων δὲ ὑπὸ ἀνάγκης ξυμμάχους · εἴ τε μὴ παύσεται , ὀλίγους μὲν αὐτὸν τῶν ἐχθρῶν ἐς φιλίαν προσάξεσθαι , πολὺ δὲ πλείους τῶν φίλων πολεμίους ἕξειν .
3.32.3 καὶ μὲν ἐπείσθη τε καὶ Χίων ἄνδρας ὅσους εἶχεν ἔτι ἀφῆκε καὶ τῶν ἄλλων τινάς · ὁρῶντες γὰρ τὰς ναῦς οἱ ἄνθρωποι οὐκ ἔφευγον , ἀλλὰ προσεχώρουν μᾶλλον ὡς Ἀττικαῖς καὶ ἐλπίδα οὐδὲ τὴν ἐλαχίστην εἶχον μή ποτε Ἀθηναίων τῆς θαλάσσης κρατούντων ναῦς Πελοποννησίων ἐς Ἰωνίαν παραβαλεῖν .