3.33.1 ἀπὸ δὲ τῆς Ἐφέσου Ἀλκίδας ἔπλει κατὰ τάχος καὶ φυγὴν ἐποιεῖτο · ὤφθη γὰρ ὑπὸ τῆς Σαλαμινίας καὶ Παράλου ἔτι περὶ Κλάρον ὁρμῶν ( αἱ δ’ ἀπ’ Ἀθηνῶν ἔτυχον πλέουσαι ) , καὶ δεδιὼς τὴν δίωξιν ἔπλει διὰ τοῦ πελάγους ὡς γῇ ἑκούσιος οὐ σχήσων ἄλλῃ Πελοποννήσῳ .
3.33.2 τῷ δὲ Πάχητι καὶ τοῖς Ἀθηναίοις ἦλθε μὲν καὶ ἀπὸ τῆς Ἐρυθραίας ἀγγελία , ἀφικνεῖτο δὲ καὶ πανταχόθεν · ἀτειχίστου γὰρ οὔσης τῆς Ἰωνίας μέγα τὸ δέος ἐγένετο μὴ παραπλέοντες οἱ Πελοποννήσιοι , εἰ καὶ ὣς μὴ διενοοῦντο μένειν , πορθῶσιν ἅμα προσπίπτοντες τὰς πόλεις . αὐτάγγελοι δ’ αὐτὸν ἰδοῦσαι ἐν τῇ Κλάρῳ τε Πάραλος καὶ Σαλαμινία ἔφρασαν .
3.33.3 δὲ ὑπὸ σπουδῆς ἐποιεῖτο τὴν δίωξιν · καὶ μέχρι μὲν Πάτμου τῆς νήσου ἐπεδίωξεν , ὡς δ’ οὐκέτι ἐν καταλήψει ἐφαίνετο , ἐπανεχώρει . κέρδος δὲ ἐνόμισεν , ἐπειδὴ οὐ μετεώροις περιέτυχεν , ὅτι οὐδαμοῦ ἐγκαταληφθεῖσαι ἠναγκάσθησαν στρατόπεδόν τε ποιεῖσθαι καὶ φυλακὴν σφίσι καὶ ἐφόρμησιν παρασχεῖν .
3.34.1 παραπλέων δὲ πάλιν ἔσχε καὶ ἐς Νότιον τὸ Κολοφωνίων , οὗ κατῴκηντο Κολοφώνιοι τῆς ἄνω πόλεως ἑαλωκυίας ὑπὸ Ἰταμάνους καὶ τῶν βαρβάρων κατὰ στάσιν ἰδίαν ἐπαχθέντων · ἑάλω δὲ μάλιστα αὕτη ὅτε δευτέρα Πελοποννησίων ἐσβολὴ ἐς τὴν Ἀττικὴν ἐγίγνετο .
3.34.2 ἐν οὖν τῷ Νοτίῳ οἱ καταφυγόντες καὶ κατοικήσαντες αὐτόθι αὖθις στασιάσαντες , οἱ μὲν παρὰ Πισσούθνου ἐπικούρους Ἀρκάδων τε καὶ τῶν βαρβάρων ἐπαγαγόμενοι ἐν διατειχίσματι εἶχον , καὶ τῶν ἐκ τῆς ἄνω πόλεως Κολοφωνίων οἱ μηδίσαντες ξυνεσελθόντες ἐπολίτευον , οἱ δὲ ὑπεξελθόντες τούτους καὶ ὄντες φυγάδες τὸν Πάχητα ἐπάγονται .