3.29.1 οἱ δ’ ἐν ταῖς τεσσαράκοντα ναυσὶ Πελοποννήσιοι , οὓς ἔδει ἐν τάχει παραγενέσθαι , πλέοντες περί τε αὐτὴν τὴν Πελοπόννησον ἐνδιέτριψαν καὶ κατὰ τὸν ἄλλον πλοῦν σχολαῖοι κομισθέντες τοὺς μὲν ἐκ τῆς πόλεως Ἀθηναίους λανθάνουσι , πρὶν δὴ τῇ Δήλῳ ἔσχον , προσμείξαντες δ’ ἀπ’ αὐτῆς τῇ Ἰκάρῳ καὶ Μυκόνῳ πυνθάνονται πρῶτον ὅτι Μυτιλήνη ἑάλωκεν .
3.29.2 βουλόμενοι δὲ τὸ σαφὲς εἰδέναι κατέπλευσαν ἐς Ἔμβατον τῆς Ἐρυθραίας · ἡμέραι δὲ μάλιστα ἦσαν τῇ Μυτιλήνῃ ἑαλωκυίᾳ ἑπτὰ ὅτε ἐς τὸ Ἔμβατον κατέπλευσαν . πυθόμενοι δὲ τὸ σαφὲς ἐβουλεύοντο ἐκ τῶν παρόντων , καὶ ἔλεξεν αὐτοῖς Τευτίαπλος ἀνὴρ Ἠλεῖος τάδε .
3.30.1 " Ἀλκίδα καὶ Πελοποννησίων ὅσοι πάρεσμεν ἄρχοντες τῆς στρατιᾶς , ἐμοὶ δοκεῖ πλεῖν ἡμᾶς ἐπὶ Μυτιλήνην πρὶν ἐκπύστους γενέσθαι , ὥσπερ ἔχομεν .
3.30.2 κατὰ γὰρ τὸ εἰκὸς ἀνδρῶν νεωστὶ πόλιν ἐχόντων πολὺ τὸ ἀφύλακτον εὑρήσομεν , κατὰ μὲν θάλασσαν καὶ πάνυ , ἐκεῖνοί τε ἀνέλπιστοι ἐπιγενέσθαι ἄν τινα σφίσι πολέμιον καὶ ἡμῶν ἀλκὴ τυγχάνει μάλιστα οὖσα · εἰκὸς δὲ καὶ τὸ πεζὸν αὐτῶν κατ’ οἰκίας ἀμελέστερον ὡς κεκρατηκότων διεσπάρθαι .
3.30.3 εἰ οὖν προσπέσοιμεν ἄφνω τε καὶ νυκτός , ἐλπίζω μετὰ τῶν ἔνδον , εἴ τις ἄρα ἡμῖν ἐστὶν ὑπόλοιπος εὔνους , καταληφθῆναι ἂν τὰ πράγματα .
3.30.4 καὶ μὴ ἀποκνήσωμεν τὸν κίνδυνον , νομίσαντες οὐκ ἄλλο τι εἶναι τὸ κενὸν τοῦ πολέμου τὸ τοιοῦτον , εἴ τις στρατηγὸς ἔν τε αὑτῷ φυλάσσοιτο καὶ τοῖς πολεμίοις ἐνορῶν ἐπιχειροίη , πλεῖστ’ ἂν ὀρθοῖτο . "