3.27.1 οἱ δὲ Μυτιληναῖοι ἐν τούτῳ , ὡς αἵ τε νῆες αὐτοῖς οὐχ ἧκον ἀπὸ τῆς Πελοποννήσου ἀλλὰ ἐνεχρόνιζον καὶ σῖτος ἐπελελοίπει , ἀναγκάζονται ξυμβαίνειν πρὸς τοὺς Ἀθηναίους διὰ τάδε .
3.27.2 Σάλαιθος καὶ αὐτὸς οὐ προσδεχόμενος ἔτι τὰς ναῦς ὁπλίζει τὸν δῆμον πρότερον ψιλὸν ὄντα ὡς ἐπεξιὼν τοῖς Ἀθηναίοις ·
3.27.3 οἱ δὲ ἐπειδὴ ἔλαβον ὅπλα , οὔτε ἠκροῶντο ἔτι τῶν ἀρχόντων , κατὰ ξυλλόγους τε γιγνόμενοι τὸν σῖτον ἐκέλευον τοὺς δυνατοὺς φέρειν ἐς τὸ φανερὸν καὶ διανέμειν ἅπασιν , αὐτοὶ ξυγχωρήσαντες πρὸς Ἀθηναίους ἔφασαν παραδώσειν τὴν πόλιν .
3.28.1 γνόντες δὲ οἱ ἐν τοῖς πράγμασιν οὔτ’ ἀποκωλύειν δυνατοὶ ὄντες , εἴ τ’ ἀπομονωθήσονται τῆς ξυμβάσεως κινδυνεύσοντες , ποιοῦνται κοινῇ ὁμολογίαν πρός τε Πάχητα καὶ τὸ στρατόπεδον , ὥστε Ἀθηναίοις μὲν ἐξεῖναι βουλεῦσαι περὶ Μυτιληναίων ὁποῖον ἄν τι βούλωνται καὶ τὴν στρατιὰν ἐς τὴν πόλιν δέχεσθαι αὐτούς , πρεσβείαν δὲ ἀποστέλλειν ἐς τὰς Ἀθήνας Μυτιληναίους περὶ ἑαυτῶν · ἐν ὅσῳ δ’ ἂν πάλιν ἔλθωσι , Πάχητα μήτε δῆσαι Μυτιληναίων μηδένα μηδὲ ἀνδραποδίσαι μήτε ἀποκτεῖναι .
3.28.2 μὲν ξύμβασις αὕτη ἐγένετο , οἱ δὲ πράξαντες πρὸς τοὺς Λακεδαιμονίους μάλιστα τῶν Μυτιληναίων περιδεεῖς ὄντες , ὡς στρατιὰ ἐσῆλθεν , οὐκ ἠνέσχοντο , ἀλλ’ ἐπὶ τοὺς βωμοὺς ὅμως καθίζουσιν · Πάχης δ’ ἀναστήσας αὐτοὺς ὥστε μὴ ἀδικῆσαι , κατατίθεται ἐς Τένεδον μέχρι οὗ τοῖς Ἀθηναίοις τι δόξῃ .
3.28.3 πέμψας δὲ καὶ ἐς τὴν Ἄντισσαν τριήρεις προσεκτήσατο καὶ τἆλλα τὰ περὶ τὸ στρατόπεδον καθίστατο αὐτῷ ἐδόκει .