3.11.1 καὶ εἰ μὲν αὐτόνομοι ἔτι ἦμεν ἅπαντες , βεβαιότεροι ἂν ἡμῖν ἦσαν μηδὲν νεωτεριεῖν · ὑποχειρίους δὲ ἔχοντες τοὺς πλείους , ἡμῖν δὲ ἀπὸ τοῦ ἴσου ὁμιλοῦντες , χαλεπώτερον εἰκότως ἔμελλον οἴσειν καὶ πρὸς τὸ πλέον ἤδη εἶκον τοῦ ἡμετέρου ἔτι μόνου ἀντισουμένου , ἄλλως τε καὶ ὅσῳ δυνατώτεροι αὐτοὶ αὑτῶν ἐγίγνοντο καὶ ἡμεῖς ἐρημότεροι .
3.11.2 τὸ δὲ ἀντίπαλον δέος μόνον πιστὸν ἐς ξυμμαχίαν · γὰρ παραβαίνειν τι βουλόμενος τῷ μὴ προύχων ἂν ἐπελθεῖν ἀποτρέπεται .
3.11.3 αὐτόνομοί τε ἐλείφθημεν οὐ δι’ ἄλλο τι ὅσον αὐτοῖς ἐς τὴν ἀρχὴν εὐπρεπείᾳ τε λόγου καὶ γνώμης μᾶλλον ἐφόδῳ ἰσχύος τὰ πράγματα ἐφαίνετο καταληπτά .
3.11.4 ἅμα μὲν γὰρ μαρτυρίῳ ἐχρῶντο μὴ ἂν τούς γε ἰσοψήφους ἄκοντας , εἰ μή τι ἠδίκουν οἷς ἐπῇσαν , ξυστρατεύειν · ἐν τῷ αὐτῷ δὲ καὶ τὰ κράτιστα ἐπί τε τοὺς ὑποδεεστέρους πρώτους ξυνεπῆγον καὶ τὰ τελευταῖα λιπόντες τοῦ ἄλλου περιῃρημένου ἀσθενέστερα ἔμελλον ἕξειν .
3.11.5 εἰ δὲ ἀφ’ ἡμῶν ἤρξαντο , ἐχόντων ἔτι τῶν πάντων αὐτῶν τε ἰσχὺν καὶ πρὸς ὅτι χρὴ στῆναι , οὐκ ἂν ὁμοίως ἐχειρώσαντο .
3.11.6 τό τε ναυτικὸν ἡμῶν παρεῖχέ τινα φόβον μή ποτε καθ’ ἓν γενόμενον ὑμῖν ἄλλῳ τῳ προσθέμενον κίνδυνον σφίσι παράσχῃ .
3.11.7 τὰ δὲ καὶ ἀπὸ θεραπείας τοῦ τε κοινοῦ αὐτῶν καὶ τῶν αἰεὶ προεστώτων περιεγιγνόμεθα .
3.11.8 οὐ μέντοι ἐπὶ πολύ γ’ ἂν ἐδοκοῦμεν δυνηθῆναι , εἰ μὴ πόλεμος ὅδε κατέστη , παραδείγμασι χρώμενοι τοῖς ἐς τοὺς ἄλλους .