3.9.3 μηδέ τῳ χείρους δόξωμεν εἶναι εἰ ἐν τῇ εἰρήνῃ τιμώμενοι ὑπ’ αὐτῶν ἐν τοῖς δεινοῖς ἀφιστάμεθα .
3.10.1 " περὶ γὰρ τοῦ δικαίου καὶ ἀρετῆς πρῶτον ἄλλως τε καὶ ξυμμαχίας δεόμενοι τοὺς λόγους ποιησόμεθα , εἰδότες οὔτε φιλίαν ἰδιώταις βέβαιον γιγνομένην οὔτε κοινωνίαν πόλεσιν ἐς οὐδέν , εἰ μὴ μετ’ ἀρετῆς δοκούσης ἐς ἀλλήλους γίγνοιντο καὶ τἆλλα ὁμοιότροποι εἶεν · ἐν γὰρ τῷ διαλλάσσοντι τῆς γνώμης καὶ αἱ διαφοραὶ τῶν ἔργων καθίστανται .
3.10.2 ἡμῖν δὲ καὶ Ἀθηναίοις ξυμμαχία ἐγένετο πρῶτον ἀπολιπόντων μὲν ὑμῶν ἐκ τοῦ Μηδικοῦ πολέμου , παραμεινάντων δὲ ἐκείνων πρὸς τὰ ὑπόλοιπα τῶν ἔργων .
3.10.3 ξύμμαχοι μέντοι ἐγενόμεθα οὐκ ἐπὶ καταδουλώσει τῶν Ἑλλήνων Ἀθηναίοις , ἀλλ’ ἐπ’ ἐλευθερώσει ἀπὸ τοῦ Μήδου τοῖς Ἕλλησιν .
3.10.4 καὶ μέχρι μὲν ἀπὸ τοῦ ἴσου ἡγοῦντο , προθύμως εἱπόμεθα · ἐπειδὴ δὲ ἑωρῶμεν αὐτοὺς τὴν μὲν τοῦ Μήδου ἔχθραν ἀνιέντας , τὴν δὲ τῶν ξυμμάχων δούλωσιν ἐπαγομένους , οὐκ ἀδεεῖς ἔτι ἦμεν .
3.10.5 ἀδύνατοι δὲ ὄντες καθ’ ἓν γενόμενοι διὰ πολυψηφίαν ἀμύνασθαι οἱ ξύμμαχοι ἐδουλώθησαν πλὴν ἡμῶν καὶ Χίων · ἡμεῖς δὲ αὐτόνομοι δὴ ὄντες καὶ ἐλεύθεροι τῷ ὀνόματι ξυνεστρατεύσαμεν .
3.10.6 καὶ πιστοὺς οὐκέτι εἴχομεν ἡγεμόνας Ἀθηναίους , παραδείγμασι τοῖς προγιγνομένοις χρώμενοι · οὐ γὰρ εἰκὸς ἦν αὐτοὺς οὓς μὲν μεθ’ ἡμῶν ἐνσπόνδους ἐποιήσαντο καταστρέψασθαι , τοὺς δὲ ὑπολοίπους , εἴ ποτε ἄρα ἐδυνήθησαν , μὴ δρᾶσαι τοῦτο .