3.12.1 τίς οὖν αὕτη φιλία ἐγίγνετο ἐλευθερία πιστή , ἐν παρὰ γνώμην ἀλλήλους ὑπεδεχόμεθα , καὶ οἱ μὲν ἡμᾶς ἐν τῷ πολέμῳ δεδιότες ἐθεράπευον , ἡμεῖς δὲ ἐκείνους ἐν τῇ ἡσυχίᾳ τὸ αὐτὸ ἐποιοῦμεν · τε τοῖς ἄλλοις μάλιστα εὔνοια πίστιν βεβαιοῖ , ἡμῖν τοῦτο φόβος ἐχυρὸν παρεῖχε , δέει τε τὸ πλέον φιλίᾳ κατεχόμενοι ξύμμαχοι ἦμεν · καὶ ὁποτέροις θᾶσσον παράσχοι ἀσφάλεια θάρσος , οὗτοι πρότεροί τι καὶ παραβήσεσθαι ἔμελλον .
3.12.2 ὥστε εἴ τῳ δοκοῦμεν ἀδικεῖν προαποστάντες διὰ τὴν ἐκείνων μέλλησιν τῶν ἐς ἡμᾶς δεινῶν , αὐτοὶ οὐκ ἀνταναμείναντες σαφῶς εἰδέναι εἴ τι αὐτῶν ἔσται , οὐκ ὀρθῶς σκοπεῖ .
3.12.3 εἰ γὰρ δυνατοὶ ἦμεν ἐκ τοῦ ἴσου καὶ ἀντεπιβουλεῦσαι καὶ ἀντιμελλῆσαι , τί ἔδει ἡμᾶς ἐκ τοῦ ὁμοίου ἐπ’ ἐκείνοις εἶναι ; ἐπ’ ἐκείνοις δὲ ὄντος αἰεὶ τοῦ ἐπιχειρεῖν καὶ ἐφ’ ἡμῖν εἶναι δεῖ τὸ προαμύνασθαι .
3.13.1 " τοιαύτας ἔχοντες προφάσεις καὶ αἰτίας , Λακεδαιμόνιοι καὶ ξύμμαχοι , ἀπέστημεν , σαφεῖς μὲν τοῖς ἀκούουσι γνῶναι ὡς εἰκότως ἐδράσαμεν , ἱκανὰς δὲ ἡμᾶς ἐκφοβῆσαι καὶ πρὸς ἀσφάλειάν τινα τρέψαι , βουλομένους μὲν καὶ πάλαι , ὅτε ἔτι ἐν τῇ εἰρήνῃ ἐπέμψαμεν ὡς ὑμᾶς περὶ ἀποστάσεως , ὑμῶν δὲ οὐ προσδεξαμένων κωλυθέντας · νῦν δὲ ἐπειδὴ Βοιωτοὶ προυκαλέσαντο εὐθὺς ὑπηκούσαμεν , καὶ ἐνομίζομεν ἀποστήσεσθαι διπλῆν ἀπόστασιν , ἀπό τε τῶν Ἑλλήνων μὴ ξὺν κακῶς ποιεῖν αὐτοὺς μετ’ Ἀθηναίων ἀλλὰ ξυνελευθεροῦν , ἀπό τε Ἀθηναίων μὴ αὐτοὶ διαφθαρῆναι ὑπ’ ἐκείνων ἐν ὑστέρῳ ἀλλὰ προποιῆσαι .