3.7.3 ἔπειτα τὰς μὲν πλείους ἀποπέμπει τῶν νεῶν πάλιν ἐπ’ οἴκου Ἀσώπιος , αὐτὸς δ’ ἔχων δώδεκα ἀφικνεῖται ἐς Ναύπακτον , καὶ ὕστερον Ἀκαρνᾶνας ἀναστήσας πανδημεὶ στρατεύει ἐπ’ Οἰνιάδας , καὶ ταῖς τε ναυσὶ κατὰ τὸν Ἀχελῷον ἔπλευσε καὶ κατὰ γῆν στρατὸς ἐδῄου τὴν χώραν .
3.7.4 ὡς δ’ οὐ προσεχώρουν , τὸν μὲν πεζὸν ἀφίησιν , αὐτὸς δὲ πλεύσας ἐς Λευκάδα καὶ ἀπόβασιν ἐς Νήρικον ποιησάμενος ἀναχωρῶν διαφθείρεται αὐτός τε καὶ τῆς στρατιᾶς τι μέρος ὑπὸ τῶν αὐτόθεν τε ξυμβοηθησάντων καὶ φρουρῶν τινῶν ὀλίγων .
3.7.5 καὶ ὕστερον ὑποσπόνδους τοὺς νεκροὺς ἀποπλεύσαντες οἱ Ἀθηναῖοι παρὰ τῶν Λευκαδίων ἐκομίσαντο .
3.8.1 οἱ δὲ ἐπὶ τῆς πρώτης νεὼς ἐκπεμφθέντες Μυτιληναίων πρέσβεις , ὡς αὐτοῖς οἱ Λακεδαιμόνιοι εἶπον Ὀλυμπίαζε παρεῖναι , ὅπως καὶ οἱ ἄλλοι ξύμμαχοι ἀκούσαντες βουλεύσωνται , ἀφικνοῦνται ἐς τὴν Ὀλυμπίαν · ἦν δὲ Ὀλυμπιὰς Δωριεὺς Ῥόδιος τὸ δεύτερον ἐνίκα .
3.8.2 καὶ ἐπειδὴ μετὰ τὴν ἑορτὴν κατέστησαν ἐς λόγους , εἶπον τοιάδε .
3.9.1 " τὸ μὲν καθεστὸς τοῖς Ἕλλησι νόμιμον , Λακεδαιμόνιοι καὶ ξύμμαχοι , ἴσμεν · τοὺς γὰρ ἀφισταμένους ἐν τοῖς πολέμοις καὶ ξυμμαχίαν τὴν πρὶν ἀπολείποντας οἱ δεξάμενοι , καθ’ ὅσον μὲν ὠφελοῦνται , ἐν ἡδονῇ ἔχουσι , νομίζοντες δὲ εἶναι προδότας τῶν πρὸ τοῦ φίλων χείρους ἡγοῦνται .
3.9.2 καὶ οὐκ ἄδικος αὕτη ἀξίωσίς ἐστιν , εἰ τύχοιεν πρὸς ἀλλήλους οἵ τε ἀφιστάμενοι καὶ ἀφ’ ὧν διακρίνοιντο ἴσοι μὲν τῇ γνώμῃ ὄντες καὶ εὐνοίᾳ , ἀντίπαλοι δὲ τῇ παρασκευῇ καὶ δυνάμει , πρόφασίς τε ἐπιεικὴς μηδεμία ὑπάρχοι τῆς ἀποστάσεως · ἡμῖν καὶ Ἀθηναίοις οὐκ ἦν .