3.1.1 τοῦ δ’ ἐπιγιγνομένου θέρους Πελοποννήσιοι καὶ οἱ ξύμμαχοι ἅμα τῷ σίτῳ ἀκμάζοντι ἐστράτευσαν ἐς τὴν Ἀττικήν · ἡγεῖτο δὲ αὐτῶν Ἀρχίδαμος Ζευξιδάμου Λακεδαιμονίων βασιλεύς .
3.1.2 καὶ ἐγκαθεζόμενοι ἐδῄουν τὴν γῆν · καὶ προσβολαί , ὥσπερ εἰώθεσαν , ἐγίγνοντο τῶν Ἀθηναίων ἱππέων ὅπῃ παρείκοι , καὶ τὸν πλεῖστον ὅμιλον τῶν ψιλῶν εἶργον τὸ μὴ προεξιόντας τῶν ὅπλων τὰ ἐγγὺς τῆς πόλεως κακουργεῖν .
3.1.3 ἐμμείναντες δὲ χρόνον οὗ εἶχον τὰ σιτία ἀνεχώρησαν καὶ διελύθησαν κατὰ πόλεις .
3.2.1 μετὰ δὲ τὴν ἐσβολὴν τῶν Πελοποννησίων εὐθὺς Λέσβος πλὴν Μηθύμνης ἀπέστη ἀπ’ Ἀθηναίων , βουληθέντες μὲν καὶ πρὸ τοῦ πολέμου , ἀλλ’ οἱ Λακεδαιμόνιοι οὐ προσεδέξαντο , ἀναγκασθέντες δὲ καὶ ταύτην τὴν ἀπόστασιν πρότερον διενοοῦντο ποιήσασθαι .
3.2.2 τῶν τε γὰρ λιμένων τὴν χῶσιν καὶ τειχῶν οἰκοδόμησιν καὶ νεῶν ποίησιν ἐπέμενον τελεσθῆναι , καὶ ὅσα ἐκ τοῦ Πόντου ἔδει ἀφικέσθαι , τοξότας τε καὶ σῖτον , καὶ μεταπεμπόμενοι ἦσαν .
3.2.3 Τενέδιοι γὰρ ὄντες αὐτοῖς διάφοροι καὶ Μηθυμναῖοι καὶ αὐτῶν Μυτιληναίων ἰδίᾳ ἄνδρες κατὰ στάσιν , πρόξενοι Ἀθηναίων , μηνυταὶ γίγνονται τοῖς Ἀθηναίοις ὅτι ξυνοικίζουσί τε τὴν Λέσβον ἐς τὴν Μυτιλήνην βίᾳ καὶ τὴν παρασκευὴν ἅπασαν μετὰ Λακεδαιμονίων καὶ Βοιωτῶν ξυγγενῶν ὄντων ἐπὶ ἀποστάσει ἐπείγονται · καὶ εἰ μή τις προκαταλήψεται ἤδη , στερήσεσθαι αὐτοὺς Λέσβου .