3.3.1 οἱ δ’ Ἀθηναῖοι ( ἦσαν γὰρ τεταλαιπωρημένοι ὑπό τε τῆς νόσου καὶ τοῦ πολέμου ἄρτι καθισταμένου καὶ ἀκμάζοντος ) μέγα μὲν ἔργον ἡγοῦντο εἶναι Λέσβον προσπολεμώσασθαι ναυτικὸν ἔχουσαν καὶ δύναμιν ἀκέραιον , καὶ οὐκ ἀπεδέχοντο τὸ πρῶτον τὰς κατηγορίας , μεῖζον μέρος νέμοντες τῷ μὴ βούλεσθαι ἀληθῆ εἶναι · ἐπειδὴ μέντοι καὶ πέμψαντες πρέσβεις οὐκ ἔπειθον τοὺς Μυτιληναίους τήν τε ξυνοίκισιν καὶ τὴν παρασκευὴν διαλύειν , δείσαντες προκαταλαβεῖν ἐβούλοντο .
3.3.2 καὶ πέμπουσιν ἐξαπιναίως τεσσαράκοντα ναῦς αἳ ἔτυχον περὶ Πελοπόννησον παρεσκευασμέναι πλεῖν · Κλεϊππίδης δὲ Δεινίου τρίτος αὐτὸς ἐστρατήγει .
3.3.3 ἐσηγγέλθη γὰρ αὐτοῖς ὡς εἴη Ἀπόλλωνος Μαλόεντος ἔξω τῆς πόλεως ἑορτή , ἐν πανδημεὶ Μυτιληναῖοι ἑορτάζουσι , καὶ ἐλπίδα εἶναι ἐπειχθέντας ἐπιπεσεῖν ἄφνω , καὶ ἢν μὲν ξυμβῇ πεῖρα · εἰ δὲ μή , Μυτιληναίοις εἰπεῖν ναῦς τε παραδοῦναι καὶ τείχη καθελεῖν , μὴ πειθομένων δὲ πολεμεῖν .
3.3.4 καὶ αἱ μὲν νῆες ᾤχοντο · τὰς δὲ τῶν Μυτιληναίων δέκα τριήρεις , αἳ ἔτυχον βοηθοὶ παρὰ σφᾶς κατὰ τὸ ξυμμαχικὸν παροῦσαι , κατέσχον οἱ Ἀθηναῖοι καὶ τοὺς ἄνδρας ἐξ αὐτῶν ἐς φυλακὴν ἐποιήσαντο .
3.3.5 τοῖς δὲ Μυτιληναίοις ἀνὴρ ἐκ τῶν Ἀθηνῶν διαβὰς ἐς Εὔβοιαν καὶ πεζῇ ἐπὶ Γεραιστὸν ἐλθών , ὁλκάδος ἀναγομένης ἐπιτυχών , πλῷ χρησάμενος καὶ τριταῖος ἐκ τῶν Ἀθηνῶν ἐς Μυτιλήνην ἀφικόμενος ἀγγέλλει τὸν ἐπίπλουν .
3.3.6 οἱ δὲ οὔτε ἐς τὸν Μαλόεντα ἐξῆλθον , τά τε ἄλλα τῶν τειχῶν καὶ λιμένων περὶ τὰ ἡμιτέλεστα φαρξάμενοι ἐφύλασσον .