2.102.4 τό τε γὰρ ῥεῦμά ἐστι μέγα καὶ πολὺ καὶ θολερόν , αἵ τε νῆσοι πυκναί , καὶ ἀλλήλαις τῆς προσχώσεως [ τῷ μὴ σκεδάννυσθαι ] ξύνδεσμοι γίγνονται , παραλλὰξ καὶ οὐ κατὰ στοῖχον κείμεναι , οὐδ’ ἔχουσαι εὐθείας διόδους τοῦ ὕδατος ἐς τὸ πέλαγος .
2.102.5 ἐρῆμοι δ’ εἰσὶ καὶ οὐ μεγάλαι . λέγεται δὲ καὶ Ἀλκμέωνι τῷ Ἀμφιάρεω , ὅτε δὴ ἀλᾶσθαι αὐτὸν μετὰ τὸν φόνον τῆς μητρός , τὸν Ἀπόλλω ταύτην τὴν γῆν χρῆσαι οἰκεῖν , ὑπειπόντα οὐκ εἶναι λύσιν τῶν δειμάτων πρὶν ἂν εὑρὼν ἐν ταύτῃ τῇ χώρᾳ κατοικίσηται ἥτις ὅτε ἔκτεινε τὴν μητέρα μήπω ὑπὸ ἡλίου ἑωρᾶτο μηδὲ γῆ ἦν , ὡς τῆς γε ἄλλης αὐτῷ μεμιασμένης .
2.102.6 δ’ ἀπορῶν , ὥς φασι , μόλις κατενόησε τὴν πρόσχωσιν ταύτην τοῦ Ἀχελῴου , καὶ ἐδόκει αὐτῷ ἱκανὴ ἂν κεχῶσθαι δίαιτα τῷ σώματι ἀφ’ οὗπερ κτείνας τὴν μητέρα οὐκ ὀλίγον χρόνον ἐπλανᾶτο . καὶ κατοικισθεὶς ἐς τοὺς περὶ Οἰνιάδας τόπους ἐδυνάστευσέ τε καὶ ἀπὸ Ἀκαρνᾶνος παιδὸς ἑαυτοῦ τῆς χώρας τὴν ἐπωνυμίαν ἐγκατέλιπεν . τὰ μὲν περὶ Ἀλκμέωνα τοιαῦτα λεγόμενα παρελάβομεν .
2.103.1 οἱ δὲ Ἀθηναῖοι καὶ Φορμίων ἄραντες ἐκ τῆς Ἀκαρνανίας καὶ ἀφικόμενοι ἐς τὴν Ναύπακτον ἅμα ἦρι κατέπλευσαν ἐς τὰς Ἀθήνας , τούς τε ἐλευθέρους τῶν αἰχμαλώτων ἐκ τῶν ναυμαχιῶν ἄγοντες , οἳ ἀνὴρ ἀντ’ ἀνδρὸς ἐλύθησαν , καὶ τὰς ναῦς ἃς εἷλον .
2.103.2 καὶ χειμὼν ἐτελεύτα οὗτος , καὶ τρίτον ἔτος τῷ πολέμῳ ἐτελεύτα τῷδε ὃν Θουκυδίδης ξυνέγραψεν .