2.101.6 καὶ μὲν πεισθεὶς καὶ μείνας τριάκοντα τὰς πάσας ἡμέρας , τούτων δὲ ὀκτὼ ἐν Χαλκιδεῦσιν , ἀνεχώρησε τῷ στρατῷ κατὰ τάχος ἐπ’ οἴκου · Περδίκκας δὲ ὕστερον Στρατονίκην τὴν ἑαυτοῦ ἀδελφὴν δίδωσι Σεύθῃ , ὥσπερ ὑπέσχετο . τὰ μὲν οὖν κατὰ τὴν Σιτάλκου στρατείαν οὕτως ἐγένετο .
2.102.1 οἱ δὲ ἐν Ναυπάκτῳ Ἀθηναῖοι τοῦ αὐτοῦ χειμῶνος , ἐπειδὴ τὸ τῶν Πελοποννησίων ναυτικὸν διελύθη , Φορμίωνος ἡγουμένου ἐστράτευσαν , παραπλεύσαντες ἐπ’ Ἀστακοῦ καὶ ἀποβάντες , ἐς τὴν μεσόγειαν τῆς Ἀκαρνανίας τετρακοσίοις μὲν ὁπλίταις Ἀθηναίων τῶν ἀπὸ τῶν νεῶν , τετρακοσίοις δὲ Μεσσηνίων , καὶ ἔκ τε Στράτου καὶ Κορόντων καὶ ἄλλων χωρίων ἄνδρας οὐ δοκοῦντας βεβαίους εἶναι ἐξήλασαν , καὶ Κύνητα τὸν Θεολύτου ἐς Κόροντα καταγαγόντες ἀνεχώρησαν πάλιν ἐπὶ τὰς ναῦς .
2.102.2 ἐς γὰρ Οἰνιάδας αἰεί ποτε πολεμίους ὄντας μόνους Ἀκαρνάνων οὐκ ἐδόκει δυνατὸν εἶναι χειμῶνος ὄντος στρατεύειν · γὰρ Ἀχελῷος ποταμὸς ῥέων ἐκ Πίνδου ὄρους διὰ Δολοπίας καὶ Ἀγραίων καὶ Ἀμφιλόχων καὶ διὰ τοῦ Ἀκαρνανικοῦ πεδίου , ἄνωθεν μὲν παρὰ Στράτον πόλιν , ἐς θάλασσαν δ’ ἐξιεὶς παρ’ Οἰνιάδας καὶ τὴν πόλιν αὐτοῖς περιλιμνάζων , ἄπορον ποιεῖ ὑπὸ τοῦ ὕδατος ἐν χειμῶνι στρατεύειν .
2.102.3 κεῖνται δὲ καὶ τῶν νήσων τῶν Ἐχινάδων αἱ πολλαὶ καταντικρὺ Οἰνιαδῶν τοῦ Ἀχελῴου τῶν ἐκβολῶν οὐδὲν ἀπέχουσαι , ὥστε μέγας ὢν ποταμὸς προσχοῖ αἰεὶ καὶ εἰσὶ τῶν νήσων αἳ ἠπείρωνται , ἐλπὶς δὲ καὶ πάσας οὐκ ἐν πολλῷ τινὶ ἂν χρόνῳ τοῦτο παθεῖν ·