2.98.1 Σιτάλκης μὲν οὖν χώρας τοσαύτης βασιλεύων παρεσκευάζετο τὸν στρατόν . καὶ ἐπειδὴ αὐτῷ ἑτοῖμα ἦν , ἄρας ἐπορεύετο ἐπὶ τὴν Μακεδονίαν πρῶτον μὲν διὰ τῆς αὑτοῦ ἀρχῆς , ἔπειτα διὰ Κερκίνης ἐρήμου ὄρους , ἐστι μεθόριον Σιντῶν καὶ Παιόνων · ἐπορεύετο δὲ δι’ αὐτοῦ τῇ ὁδῷ ἣν πρότερον αὐτὸς ἐποιήσατο τεμὼν τὴν ὕλην , ὅτε ἐπὶ Παίονας ἐστράτευσεν .
2.98.2 τὸ δὲ ὄρος ἐξ Ὀδρυσῶν διιόντες ἐν δεξιᾷ μὲν εἶχον Παίονας , ἐν ἀριστερᾷ δὲ Σιντοὺς καὶ Μαιδούς . διελθόντες δὲ αὐτὸ ἀφίκοντο ἐς Δόβηρον τὴν Παιονικήν .
2.98.3 πορευομένῳ δὲ αὐτῷ ἀπεγίγνετο μὲν οὐδὲν τοῦ στρατοῦ εἰ μή τι νόσῳ , προσεγίγνετο δέ · πολλοὶ γὰρ τῶν αὐτονόμων Θρᾳκῶν ἀπαράκλητοι ἐφ’ ἁρπαγὴν ἠκολούθουν , ὥστε τὸ πᾶν πλῆθος λέγεται οὐκ ἔλασσον πέντε καὶ δέκα μυριάδων γενέσθαι ·
2.98.4 καὶ τούτου τὸ μὲν πλέον πεζὸν ἦν , τριτημόριον δὲ μάλιστα ἱππικόν . τοῦ δ’ ἱππικοῦ τὸ πλεῖστον αὐτοὶ Ὀδρύσαι παρείχοντο καὶ μετ’ αὐτοὺς Γέται . τοῦ δὲ πεζοῦ οἱ μαχαιροφόροι μαχιμώτατοι μὲν ἦσαν οἱ ἐκ τῆς Ῥοδόπης αὐτόνομοι καταβάντες , δὲ ἄλλος ὅμιλος ξύμμεικτος πλήθει φοβερώτατος ἠκολούθει .
2.99.1 ξυνηθροίζοντο οὖν ἐν τῇ Δοβήρῳ καὶ παρεσκευάζοντο , ὅπως κατὰ κορυφὴν ἐσβαλοῦσιν ἐς τὴν κάτω Μακεδονίαν , ἧς Περδίκκας ἦρχεν .
2.99.2 τῶν γὰρ Μακεδόνων εἰσὶ καὶ Λυγκησταὶ καὶ Ἐλιμιῶται καὶ ἄλλα ἔθνη ἐπάνωθεν , ξύμμαχα μέν ἐστι τούτοις καὶ ὑπήκοα , βασιλείας δ’ ἔχει καθ’ αὑτά .