2.97.3 φόρος τε ἐκ πάσης τῆς βαρβάρου καὶ τῶν Ἑλληνίδων πόλεων , ὅσον προσῆξαν ἐπὶ Σεύθου , ὃς ὕστερον Σιτάλκου βασιλεύσας πλεῖστον δὴ ἐποίησε , τετρακοσίων ταλάντων ἀργυρίου μάλιστα δύναμις , χρυσὸς καὶ ἄργυρος ᾔει · καὶ δῶρα οὐκ ἐλάσσω τούτων χρυσοῦ τε καὶ ἀργύρου προσεφέρετο , χωρὶς δὲ ὅσα ὑφαντά τε καὶ λεῖα καὶ ἄλλη κατασκευή , καὶ οὐ μόνον αὐτῷ , ἀλλὰ καὶ τοῖς παραδυναστεύουσί τε καὶ γενναίοις Ὀδρυσῶν .
2.97.4 κατεστήσαντο γὰρ τοὐναντίον τῆς Περσῶν βασιλείας τὸν νόμον , ὄντα μὲν καὶ τοῖς ἄλλοις Θρᾳξί , λαμβάνειν μᾶλλον διδόναι ( καὶ αἴσχιον ἦν αἰτηθέντα μὴ δοῦναι αἰτήσαντα μὴ τυχεῖν ) , ὅμως δὲ κατὰ τὸ δύνασθαι ἐπὶ πλέον αὐτῷ ἐχρήσαντο · οὐ γὰρ ἦν πρᾶξαι οὐδὲν μὴ διδόντα δῶρα . ὥστε ἐπὶ μέγα βασιλεία ἦλθεν ἰσχύος .
2.97.5 τῶν γὰρ ἐν τῇ Εὐρώπῃ ὅσαι μεταξὺ τοῦ Ἰονίου κόλπου καὶ τοῦ Εὐξείνου πόντου μεγίστη ἐγένετο χρημάτων προσόδῳ καὶ τῇ ἄλλῃ εὐδαιμονίᾳ , ἰσχύι δὲ μάχης καὶ στρατοῦ πλήθει πολὺ δευτέρα μετὰ τὴν Σκυθῶν .
2.97.6 ταύτῃ δὲ ἀδύνατα ἐξισοῦσθαι οὐχ ὅτι τὰ ἐν τῇ Εὐρώπῃ , ἀλλ’ οὐδ’ ἐν τῇ Ἀσίᾳ ἔθνος ἓν πρὸς ἓν οὐκ ἔστιν ὅτι δυνατὸν Σκύθαις ὁμογνωμονοῦσι πᾶσιν ἀντιστῆναι . οὐ μὴν οὐδ’ ἐς τὴν ἄλλην εὐβουλίαν καὶ ξύνεσιν περὶ τῶν παρόντων ἐς τὸν βίον ἄλλοις ὁμοιοῦνται .