2.99.3 τὴν δὲ παρὰ θάλασσαν νῦν Μακεδονίαν Ἀλέξανδρος Περδίκκου πατὴρ καὶ οἱ πρόγονοι αὐτοῦ , Τημενίδαι τὸ ἀρχαῖον ὄντες ἐξ Ἄργους , πρῶτοι ἐκτήσαντο καὶ ἐβασίλευσαν ἀναστήσαντες μάχῃ ἐκ μὲν Πιερίας Πίερας , οἳ ὕστερον ὑπὸ τὸ Πάγγαιον πέραν Στρυμόνος ᾤκησαν Φάγρητα καὶ ἄλλα χωρία ( καὶ ἔτι καὶ νῦν Πιερικὸς κόλπος καλεῖται ὑπὸ τῷ Παγγαίῳ πρὸς θάλασσαν γῆ ) , ἐκ δὲ τῆς Βοττίας καλουμένης Βοττιαίους , οἳ νῦν ὅμοροι Χαλκιδέων οἰκοῦσιν ·
2.99.4 τῆς δὲ Παιονίας παρὰ τὸν Ἀξιὸν ποταμὸν στενήν τινα καθήκουσαν ἄνωθεν μέχρι Πέλλης καὶ θαλάσσης ἐκτήσαντο , καὶ πέραν Ἀξιοῦ μέχρι Στρυμόνος τὴν Μυγδονίαν καλουμένην Ἠδῶνας ἐξελάσαντες νέμονται .
2.99.5 ἀνέστησαν δὲ καὶ ἐκ τῆς νῦν Ἐορδίας καλουμένης Ἐορδούς , ὧν οἱ μὲν πολλοὶ ἐφθάρησαν , βραχὺ δέ τι αὐτῶν περὶ Φύσκαν κατῴκηται , καὶ ἐξ Ἀλμωπίας Ἄλμωπας .
2.99.6 ἐκράτησαν δὲ καὶ τῶν ἄλλων ἐθνῶν οἱ Μακεδόνες οὗτοι , καὶ νῦν ἔτι ἔχουσι , τόν τε Ἀνθεμοῦντα καὶ Κρηστωνίαν καὶ Βισαλτίαν καὶ Μακεδόνων αὐτῶν πολλήν . τὸ δὲ ξύμπαν Μακεδονία καλεῖται , καὶ Περδίκκας Ἀλεξάνδρου βασιλεὺς αὐτῶν ἦν ὅτε Σιτάλκης ἐπῄει .
2.100.1 καὶ οἱ μὲν Μακεδόνες οὗτοι ἐπιόντος πολλοῦ στρατοῦ ἀδύνατοι ὄντες ἀμύνεσθαι ἔς τε τὰ καρτερὰ καὶ τὰ τείχη , ὅσα ἦν ἐν τῇ χώρᾳ , ἐσεκομίσθησαν .