2.96.3 ἀνίστη δὲ καὶ Ἀγριᾶνας καὶ Λαιαίους καὶ ἄλλα ὅσα ἔθνη Παιονικὰ ὧν ἦρχε καὶ ἔσχατοι τῆς ἀρχῆς οὗτοι ἦσαν · μέχρι γὰρ Λαιαίων Παιόνων καὶ τοῦ Στρυμόνος ποταμοῦ , ὃς ἐκ τοῦ Σκόμβρου ὄρους δι’ Ἀγριάνων καὶ Λαιαίων ῥεῖ , [ οὗ ] ὡρίζετο ἀρχὴ τὰ πρὸς Παίονας αὐτονόμους ἤδη .
2.96.4 τὰ δὲ πρὸς Τριβαλλούς , καὶ τούτους αὐτονόμους , Τρῆρες ὥριζον καὶ Τιλαταῖοι · οἰκοῦσι δ’ οὗτοι πρὸς βορέαν τοῦ Σκόμβρου ὄρους καὶ παρήκουσι πρὸς ἡλίου δύσιν μέχρι τοῦ Ὀσκίου ποταμοῦ . ῥεῖ δ’ οὗτος ἐκ τοῦ ὄρους ὅθενπερ καὶ Νέστος καὶ Ἕβρος · ἔστι δὲ ἐρῆμον τὸ ὄρος καὶ μέγα , ἐχόμενον τῆς Ῥοδόπης .
2.97.1 ἐγένετο δὲ ἀρχὴ Ὀδρυσῶν μέγεθος ἐπὶ μὲν θάλασσαν καθήκουσα ἀπὸ Ἀβδήρων πόλεως ἐς τὸν Εὔξεινον πόντον μέχρι Ἴστρου ποταμοῦ · αὕτη περίπλους ἐστὶν γῆ τὰ ξυντομώτατα , ἢν αἰεὶ κατὰ πρύμναν ἱστῆται τὸ πνεῦμα , νηὶ στρογγύλῃ τεσσάρων ἡμερῶν καὶ ἴσων νυκτῶν · ὁδῷ δὲ τὰ ξυντομώτατα ἐξ Ἀβδήρων ἐς Ἴστρον ἀνὴρ εὔζωνος ἑνδεκαταῖος τελεῖ .
2.97.2 τὰ μὲν πρὸς θάλασσαν τοσαύτη ἦν , ἐς ἤπειρον δὲ ἀπὸ Βυζαντίου ἐς Λαιαίους καὶ ἐπὶ τὸν Στρυμόνα ( ταύτῃ γὰρ διὰ πλείστου ἀπὸ θαλάσσης ἄνω ἐγίγνετο ) ἡμερῶν ἀνδρὶ εὐζώνῳ τριῶν καὶ δέκα ἁνύσαι .