2.95.2 τε γὰρ Περδίκκας αὐτῷ ὑποσχόμενος , εἰ Ἀθηναίοις τε διαλλάξειεν ἑαυτὸν κατ’ ἀρχὰς τῷ πολέμῳ πιεζόμενον καὶ Φίλιππον τὸν ἀδελφὸν αὐτοῦ πολέμιον ὄντα μὴ καταγάγοι ἐπὶ βασιλείᾳ , ὑπεδέξατο οὐκ ἐπετέλει · τοῖς τε Ἀθηναίοις αὐτὸς ὡμολογήκει , ὅτε τὴν ξυμμαχίαν ἐποιεῖτο , τὸν ἐπὶ Θρᾴκης Χαλκιδικὸν πόλεμον καταλύσειν .
2.95.3 ἀμφοτέρων οὖν ἕνεκα τὴν ἔφοδον ἐποιεῖτο καὶ τόν τε Φιλίππου υἱὸν Ἀμύνταν ὡς ἐπὶ βασιλείᾳ τῶν Μακεδόνων ἦγε καὶ τῶν Ἀθηναίων πρέσβεις , οἳ ἔτυχον παρόντες τούτων ἕνεκα , καὶ ἡγεμόνα Ἅγνωνα · ἔδει γὰρ καὶ τοὺς Ἀθηναίους ναυσί τε καὶ στρατιᾷ ὡς πλείστῃ ἐπὶ τοὺς Χαλκιδέας παραγενέσθαι .
2.96.1 ἀνίστησιν οὖν ἐκ τῶν Ὀδρυσῶν ὁρμώμενος πρῶτον μὲν τοὺς ἐντὸς τοῦ Αἵμου τε ὄρους καὶ τῆς Ῥοδόπης Θρᾷκας , ὅσων ἦρχε μέχρι θαλάσσης [ ἐς τὸν Εὔξεινόν τε πόντον καὶ τὸν Ἑλλήσποντον ] , ἔπειτα τοὺς ὑπερβάντι Αἷμον Γέτας καὶ ὅσα ἄλλα μέρη ἐντὸς τοῦ Ἴστρου ποταμοῦ πρὸς θάλασσαν μᾶλλον τὴν τοῦ Εὐξείνου πόντου κατῴκητο · εἰσὶ δ’ οἱ Γέται καὶ οἱ ταύτῃ ὅμοροί τε τοῖς Σκύθαις καὶ ὁμόσκευοι , πάντες ἱπποτοξόται .
2.96.2 παρεκάλει δὲ καὶ τῶν ὀρεινῶν Θρᾳκῶν πολλοὺς τῶν αὐτονόμων καὶ μαχαιροφόρων , οἳ Δῖοι καλοῦνται , τὴν Ῥοδόπην οἱ πλεῖστοι οἰκοῦντες · καὶ τοὺς μὲν μισθῷ ἔπειθεν , οἱ δ’ ἐθελονταὶ ξυνηκολούθουν .