2.94.1 ἐς δὲ τὰς Ἀθήνας φρυκτοί τε ᾔροντο πολέμιοι καὶ ἔκπληξις ἐγένετο οὐδεμιᾶς τῶν κατὰ τὸν πόλεμον ἐλάσσων . οἱ μὲν γὰρ ἐν τῷ ἄστει ἐς τὸν Πειραιᾶ ᾤοντο τοὺς πολεμίους ἐσπεπλευκέναι ἤδη , οἱ δ’ ἐν τῷ Πειραιεῖ τήν τε Σαλαμῖνα ᾑρῆσθαι καὶ παρὰ σφᾶς ὅσον οὐκ ἐσπλεῖν αὐτούς · ὅπερ ἄν , εἰ ἐβουλήθησαν μὴ κατοκνῆσαι , ῥᾳδίως ἐγένετο , καὶ οὐκ ἂν ἄνεμος ἐκώλυσεν .
2.94.2 βοηθήσαντες δὲ ἅμ’ ἡμέρᾳ πανδημεὶ οἱ Ἀθηναῖοι ἐς τὸν Πειραιᾶ ναῦς τε καθεῖλκον καὶ ἐσβάντες κατὰ σπουδὴν καὶ πολλῷ θορύβῳ ταῖς μὲν ναυσὶν ἐπὶ τὴν Σαλαμῖνα ἔπλεον , τῷ πεζῷ δὲ φυλακὰς τοῦ Πειραιῶς καθίσταντο .
2.94.3 οἱ δὲ Πελοποννήσιοι ὡς ᾔσθοντο τὴν βοήθειαν , καταδραμόντες τῆς Σαλαμῖνος τὰ πολλὰ καὶ ἀνθρώπους καὶ λείαν λαβόντες καὶ τὰς τρεῖς ναῦς ἐκ τοῦ Βουδόρου τοῦ φρουρίου κατὰ τάχος ἐπὶ τῆς Νισαίας ἀπέπλεον · ἔστι γὰρ ὅτι καὶ αἱ νῆες αὐτοὺς διὰ χρόνου καθελκυσθεῖσαι καὶ οὐδὲν στέγουσαι ἐφόβουν . ἀφικόμενοι δὲ ἐς τὰ Μέγαρα πάλιν ἐπὶ τῆς Κορίνθου ἀπεχώρησαν πεζῇ ·
2.94.4 οἱ δ’ Ἀθηναῖοι οὐκέτι καταλαβόντες πρὸς τῇ Σαλαμῖνι ἀπέπλευσαν καὶ αὐτοί , καὶ μετὰ τοῦτο φυλακὴν ἤδη τοῦ Πειραιῶς μᾶλλον τὸ λοιπὸν ἐποιοῦντο λιμένων τε κλῄσει καὶ τῇ ἄλλῃ ἐπιμελείᾳ .
2.95.1 ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους , τοῦ χειμῶνος τούτου ἀρχομένου , Σιτάλκης Τήρεω Ὀδρύσης Θρᾳκῶν βασιλεὺς ἐστράτευσεν ἐπὶ Περδίκκαν τὸν Ἀλεξάνδρου Μακεδονίας βασιλέα καὶ ἐπὶ Χαλκιδέας τοὺς ἐπὶ Θρᾴκης , δύο ὑποσχέσεις τὴν μὲν βουλόμενος ἀναπρᾶξαι , τὴν δὲ αὐτὸς ἀποδοῦναι .