2.89.7 πολλὰ δὲ καὶ στρατόπεδα ἤδη ἔπεσεν ὑπ’ ἐλασσόνων τῇ ἀπειρίᾳ , ἔστι δὲ καὶ τῇ ἀτολμίᾳ · ὧν οὐδετέρου ἡμεῖς νῦν μετέχομεν .
2.89.8 τὸν δὲ ἀγῶνα οὐκ ἐν τῷ κόλπῳ ἑκὼν εἶναι ποιήσομαι οὐδ’ ἐσπλεύσομαι ἐς αὐτόν . ὁρῶ γὰρ ὅτι πρὸς πολλὰς ναῦς ἀνεπιστήμονας ὀλίγαις ναυσὶν ἐμπείροις καὶ ἄμεινον πλεούσαις στενοχωρία οὐ ξυμφέρει . οὔτε γὰρ ἂν ἐπιπλεύσειέ τις ὡς χρὴ ἐς ἐμβολήν , μὴ ἔχων τὴν πρόσοψιν τῶν πολεμίων ἐκ πολλοῦ , οὔτ’ ἂν ἀποχωρήσειεν ἐν δέοντι πιεζόμενος · διέκπλοι τε οὐκ εἰσὶν οὐδ’ ἀναστροφαί , ἅπερ νεῶν ἄμεινον πλεουσῶν ἔργα ἐστίν , ἀλλὰ ἀνάγκη ἂν εἴη τὴν ναυμαχίαν πεζομαχίαν καθίστασθαι , καὶ ἐν τούτῳ αἱ πλείους νῆες κρείσσους γίγνονται .
2.89.9 τούτων μὲν οὖν ἐγὼ ἕξω τὴν πρόνοιαν κατὰ τὸ δυνατόν · ὑμεῖς δὲ εὔτακτοι παρὰ ταῖς ναυσὶ μένοντες τά τε παραγγελλόμενα ὀξέως δέχεσθε , ἄλλως τε καὶ δι’ ὀλίγου τῆς ἐφορμήσεως οὔσης , καὶ ἐν τῷ ἔργῳ κόσμον καὶ σιγὴν περὶ πλείστου ἡγεῖσθε , ἔς τε τὰ πολλὰ τῶν πολεμίων ξυμφέρει καὶ ναυμαχίᾳ οὐχ ἥκιστα , ἀμύνεσθέ τε τούσδε ἀξίως τῶν προειργασμένων .
2.89.10 δὲ ἀγὼν μέγας ὑμῖν , καταλῦσαι Πελοποννησίων τὴν ἐλπίδα τοῦ ναυτικοῦ ἐγγυτέρω καταστῆσαι Ἀθηναίοις τὸν φόβον περὶ τῆς θαλάσσης .
2.89.11 ἀναμιμνῄσκω δ’ αὖ ὑμᾶς ὅτι νενικήκατε αὐτῶν τοὺς πολλούς · ἡσσημένων δὲ ἀνδρῶν οὐκ ἐθέλουσιν αἱ γνῶμαι πρὸς τοὺς αὐτοὺς κινδύνους ὁμοῖαι εἶναι . "