2.89.1 " ὁρῶν ὑμᾶς , ἄνδρες στρατιῶται , πεφοβημένους τὸ πλῆθος τῶν ἐναντίων ξυνεκάλεσα , οὐκ ἀξιῶν τὰ μὴ δεινὰ ἐν ὀρρωδίᾳ ἔχειν .
2.89.2 οὗτοι γὰρ πρῶτον μὲν διὰ τὸ προνενικῆσθαι καὶ μηδ’ αὐτοὶ οἴεσθαι ὁμοῖοι ἡμῖν εἶναι τὸ πλῆθος τῶν νεῶν καὶ οὐκ ἀπὸ τοῦ ἴσου παρεσκευάσαντο · ἔπειτα μάλιστα πιστεύοντες προσέρχονται , ὡς προσῆκον σφίσιν ἀνδρείοις εἶναι , οὐ δι’ ἄλλο τι θαρσοῦσιν διὰ τὴν ἐν τῷ πεζῷ ἐμπειρίαν τὰ πλείω κατορθοῦντες , καὶ οἴονται σφίσι καὶ ἐν τῷ ναυτικῷ ποιήσειν τὸ αὐτό .
2.89.3 τὸ δ’ ἐκ τοῦ δικαίου ἡμῖν μᾶλλον νῦν περιέσται , εἴπερ καὶ τούτοις ἐν ἐκείνῳ , ἐπεὶ εὐψυχίᾳ γε οὐδὲν προφέρουσι , τῷ δὲ ἑκάτεροί τι εἶναι ἐμπειρότεροι θρασύτεροί ἐσμεν .
2.89.4 Λακεδαιμόνιοί τε ἡγούμενοι αὐτῶν διὰ τὴν σφετέραν δόξαν ἄκοντας προσάγουσι τοὺς πολλοὺς ἐς τὸν κίνδυνον , ἐπεὶ οὐκ ἄν ποτε ἐνεχείρησαν ἡσσηθέντες παρὰ πολὺ αὖθις ναυμαχεῖν .
2.89.5 μὴ δὴ αὐτῶν τὴν τόλμαν δείσητε . πολὺ δὲ ὑμεῖς ἐκείνοις πλείω φόβον παρέχετε καὶ πιστότερον κατά τε τὸ προνενικηκέναι καὶ ὅτι οὐκ ἂν ἡγοῦνται μὴ μέλλοντάς τι ἄξιον τοῦ παρὰ πολὺ πράξειν ἀνθίστασθαι ὑμᾶς .
2.89.6 ἀντίπαλοι μὲν γὰρ οἱ πλείους , ὥσπερ οὗτοι , τῇ δυνάμει τὸ πλέον πίσυνοι τῇ γνώμῃ ἐπέρχονται · οἱ δὲ ἐκ πολλῷ ὑποδεεστέρων , καὶ ἅμα οὐκ ἀναγκαζόμενοι , μέγα τι τῆς διανοίας τὸ βέβαιον ἔχοντες ἀντιτολμῶσιν . λογιζόμενοι οὗτοι τῷ οὐκ εἰκότι πλέον πεφόβηνται ἡμᾶς τῇ κατὰ λόγον παρασκευῇ .